Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.137
Not analysed yet
καὶ τὴν ἐπενεχθησομένην αὐτῷ τοῦ θανάτου ψῆφον· οὐ γὰρ ἦν εἰκὸς, οὐδὲ δίκαιον, τὰ μὲν δι' αὐτὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας, αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. Τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαγχάνει τῆς ἀφθαρσίας. Λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. Τρεπτὴ γὰρ ἐγένετο, οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργήσαντος ἀσπασαμένη τὸν ὅρον. Τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Τῷ δὲ τρεπτῷ τῆς κτίσεως καὶ ὁ θεῖος Δαβὶδ μαρτυρεῖ. Οὐρανοῦ γὰρ καὶ γῆς μνημονεύσας. ἐπήγαγεν· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς.» καʹ. Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Τούτων γὰρ δεικνυμένων ὅπερ καλοῦνται, καὶ διὰ τῆς ἀθανασίας ἀποφαινομένων υἱῶν Θεοῦ, δέξεται κἀκεῖνα πάντως τῆς φθορᾶς τὴν ἀπαλλαγήν. Ταῦτα δὲ ἔφη, οὐ λογικὴν εἶναι λέγων τὴν ὁρωμένην κτίσιν, ἀλλὰ προσωποποιίᾳ χρησάμενος. Τοῦτο γὰρ καὶ τῶν προφητῶν ἴδιον· καὶ ὁ μὲν ὀλολύζειν λέγει τὰς πίτυς, ὁ δέ γε ἀγαλλιᾶσθαι τὰ ξύλα, καὶ τὰ ὄρη σκιρτᾷν, καὶ τοὺς ποταμοὺς κροτεῖν. κβʹ. Οἴδαμεν γὰρ, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Ἐνταῦθα καὶ τὴν ἀόρατον συμπεριέλαβε κτίσιν· Πᾶσα γὰρ, εἶπεν, ἡ κτίσις. Εἰς ἀκριβεστέραν δὲ κατανόησιν τοῦ χωρίου, τῆς εὐαγγελικῆς ἀναμνήσω φωνῆς. Ὁ γὰρ Κύριος ἔφη, καὶ τοὺς ἀγγέλους, ἐν τοῖς οὐρανοῖς χαίρειν ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἰ δὲ χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν ἁμαρτωλοῖς, καὶ ἀθυμοῦσι δηλονότι, τὰς ἡμετέρας παρανομίας ὁρῶντες. κγʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Καὶ τί θαυμαστὸν, εἰ ἡ κτίσις δι' ἡμᾶς τοῦτο πάσχει; Ἡμεῖς γὰρ αὐτοὶ, πολλὰ τῶν μελλόντων εἰληφότες ἐνέχυρα, καὶ πρὸ τῶν ἄλλων τὴν τοῦ Πνεύματος χάριν, στένομεν τῆς ἀπαλλαγῆς ἐφιέμενοι. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. Καὶ μὴν εἶπεν ὅτι ἐλάβομεν Πνεῦμα υἱοθεσίας. Ἀλλ' ὅμως διδάσκει σαφέστερον, ὅτι τὸ μὲν ὄνομα νῦν ἐλάβομεν, τοῦ δέ γε πράγματος τότε μεθέξομεν, ὅταν ἡμῶν ἀπαλλαγῇ τὰ σώματα τῆς φθορᾶς, καὶ τὴν ἀθανασίαν ἐνδύσηται. Διὰ μέντοι τῆς ἀπαρχῆς ἐσημείωσεν, ὡς ἐν τῷ μέλλοντι αἰῶνι