# Interpretatio in xiv epistulas sancti Pauli 82.140

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.140

πολλαπλασίαν τὴν τοῦ Πνεύματος δεξόμεθα χάριν. Εἰ γὰρ τὸ νῦν δεδομένον ἀπαρχὴ καλεῖται καὶ ἀῤῥαβὼν, εὔδηλον ὡς ἐκεῖνο τούτου πολλαπλάσιον ἔσται. κδʹ. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Οὐδέπω γὰρ τῆς ἀναστάσεως τετυχήκαμεν, ἀλλὰ δεξάμενοι τὴν ὑπόσχεσιν, ταῖς ἐλπίσι ψυχαγωγούμεθα. Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; (κεʹ.) Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Μὴ δυσχεράνητε, φησὶν, ὁρῶντες τὰ σκυθρωπά· οὐ γὰρ ψευδεῖς ὑμῖν προσηνέγκαμεν ὑποσχέσεις. Ἀναμένειν γὰρ εἴπομεν τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν· τὰ δὲ προσδοκώμενα ἀγαθὰ οὐχ ὁρᾶται τοῖς τοῦ σώματος ὀφθαλμοῖς· εἰ γὰρ ἑωρᾶτο, οὐκέτι προσεδοκᾶτο· εἰ δὲ προσδοκᾶται, προσμένειν αὐτὰ χρὴ, καὶ μὴ ἀποβάλλειν τῆς ἐλπίδος τὴν ἄγκυραν. Δείκνυσι πρὸς τούτοις καὶ ἑτέραν δεδομένην βοήθειαν. κϛʹ. Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. Ἔχομεν ἀρκοῦσαν ἐπικουρίαν, τὴν χάριν τοῦ Πνεύματος. Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν· ἀλλ' αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Μὴ αἰτεῖτε, φησὶ, τῶν λυπηρῶν τὴν ἀπαλλαγήν· οὐ γὰρ ἴστε τὸ συμφέρον, ὡς ὁ κυβερνῶν Θεός. Δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια. Οὗτος γὰρ, κἂν μηδὲν αἰτήσητε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοικούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ καθ' ὑμᾶς πρυτανεύει, καὶ τὸ συνοίσειν μέλλον παρέξει. Τοῦτο γὰρ ἐπήγαγεν· κζʹ. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Πνεῦμα δὲ ἐνταῦθα οὐ τὴν ὑπόστασιν λέγει τοῦ Πνεύματος, ἀλλὰ τὴν δεδομένην τοῖς πιστεύουσι χάριν. Ὑπὸ γὰρ ταύτης [διεγειρόμενοι κατανυττόμεθα], πυρσευόμενοι προθυμότερον προσευχόμεθα, καὶ στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνομεν τῷ Σωτῆρι Θεῷ. Τοῦτο δὲ ὁ θεῖος Ἀπόστολος καὶ ἀφ' ὧν πέπονθε, γέγραφεν. ᾜτησε γὰρ καὶ αὐτὸς ἀπαλλαγὴν πειρασμῶν, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς, καὶ αἰτήσας διήμαρτε. Ἤκουσε γάρ· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Ἀλλὰ τοῦτο μαθὼν, ἠσπάσατο ἐκεῖνα, ὧν τὴν ἀπαλλαγὴν γενέσθαι προσηύξατο, καί φησι· «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» κηʹ. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὐχ ἅπασι συνεργεῖ, ἀλλὰ τοῖς ἀγαπῶσι· καὶ οὐχ ἁπλῶς συνεργεῖ, ἀλλ' εἰς ἀγαθὸν συνεργεῖ. Εἰ γάρ τις αἰτήσῃ τὰ μὴ συμφέροντα,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
