# Interpretatio in xiv epistulas sancti Pauli 82.141

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.141

διαμαρτάνει τῆς αἰτήσεως, ἐπειδὴ τὸ μὴ τυχεῖν συμφέρει. Σφόδρα δὲ ἀκριβῶς συνέζευξε τῇ κλήσει τὴν πρόθεσιν. Οὐ γὰρ ἁπλῶς καλεῖ, ἀλλὰ τοὺς πρόθεσιν ἔχοντας. Διὰ τοῦτο ἐν μὲν Κορίνθῳ ἔφη τῷ Ἀποστόλῳ· «Λάλει καὶ μὴ σιωπήσῃς· ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.» Εἰς δὲ τὴν Μυσίαν λαλῆσαι τὸν λόγον ἐκώλυσεν. Εἰς μέντοι τὴν Ἀσίαν, τὸ μὲν πρῶτον ἐπέσχεν, ὕστερον δὲ τοῦτο προσέταξε ποιῆσαι. Διὰ τοῦτο καὶ ἐν Ἱεροσολύμοις ἔφη πρὸς αὐτόν· «Σπεῦσον, καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν· οὐ γὰρ μὴ προσδέξονταί σου τὴν μαρτυρίαν.» Διὰ τοῦτο κἀνταῦθα τοῖς κατὰ πρόθεσιν ἔφη κλητοῖς. Συμφωνεῖ δὲ καὶ τὰ ἐπαγόμενα. κθʹ. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὐ γὰρ ἁπλῶς προώρισεν, ἀλλὰ προγνοὺς προώρισεν. Ἀκριβῶς δὲ πάντα φθεγγόμενος, οὐκ εἶπε, Συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ, ἀλλὰ, Τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ. Σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ. Εἰρηκὼς γάρ· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν,» ἐπήγαγεν· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ.» Οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ τῷ σώματι τῆς δόξης αὐτοῦ. Οὕτω κἀνταῦθα τοὺς τῆς κλήσεως ἀξιωθέντας τῆς εἰκόνος τοῦ Υἱοῦ συμμόρφους ὠνόμασε, τουτέστι τοῦ σώματος τοῦ Υἱοῦ. Ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις, τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Μαρτυρεῖ καὶ τοῦτο ἡ ἀλήθεια τῆς διδασκαλίας. Πρωτότοκος γὰρ ὡς ἄνθρωπος ὀνομάζεται· Μονογενὴς γάρ ἐστιν ὡς Θεός. Οὐκ ἔχει γὰρ ἀδελφοὺς ὡς Θεὸς, ὡς δὲ ἄνθρωπος, ἀδελφοὺς τοὺς πεπιστευκότας καλεῖ. Τούτων ἐστὶ πρωτότοκος, οὐκ ἄλλος ὢν παρὰ τὸν μονογενῆ, ἀλλ' ὁ αὐτὸς καὶ μονογενὴς καὶ πρωτότοκος. λʹ. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ὧν προέγνω τὴν πρόθεσιν, τούτους προώρισεν ἄνωθεν· προορίσας δὲ καὶ ἐκάλεσεν· εἶτα καλέσας, διὰ τοῦ βαπτίσματος ἐδικαίωσε· δικαιώσας δὲ ἐδόξασεν, υἱοὺς ὀνομάσας, καὶ Πνεύματος ἁγίου δωρησάμενος χάριν. Ἀλλὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
