# Interpretatio in xiv epistulas sancti Pauli 82.144

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.144

μηδεὶς τὴν προγνωσίαν αἰτίαν εἶναι τούτων λεγέτω. Οὐ γὰρ ἡ πρόγνωσις αὐτοὺς τοιούτους εἰργάσατο, ἀλλὰ πόῤῥωθεν ὁ Θεὸς τὰ ἐσόμενα προεθεώρησεν ὡς Θεός. Οὐδὲ γὰρ, εἰ γαῦρον ἵππον ὁρῶν ἐνδακόντα τὸν χαλινὸν, καὶ τοῦ ἐποχουμένου οὐδαμῶς ἀνεχόμενον, εἴποιμι αὐτὸν κατὰ κρημνῶν χωρήσειν πελάζοντα, εἶτα γένοιτο κατὰ τὸν λόγον ἡ ἔκβασις, οὐκ ἐγὼ τὸν ἵππον ἐνέβαλον εἰς κρημνὸν, ἀλλὰ τὸ μέλλον ἔσεσθαι προηγόρευσα, τεκμηρίῳ χρησάμενος τῇ τοῦ ἵππου θρασύτητι. Ὁ δὲ τῶν ὅλων Θεὸς πόῤῥωθεν οἶδεν ἅπαντα ὡς Θεός· οὐ μὴν ἀνάγκην ἐπάγει τῷ δεῖνι εἰς κατόρθωσιν ἀρετῆς, τῷ δεῖνι δὲ εἰς ἐργασίαν κακίας. Εἰ γὰρ αὐτὸς εἰς ἑκάτερον ἐβιάζετο, οὐ δικαίως τὸν μὲν ἀνακηρύττει καὶ στεφανοῖ, τοῦ δὲ καταψηφίζεται κόλασιν. Εἰ δὲ δίκαιος ὁ Θεὸς, ὥσπερ οὖν δίκαιος, προτρέπει μὲν ἐπὶ τὰ καλὰ, καὶ ἀπαγορεύει τἀναντία, ἐπαινεῖ δὲ τοὺς τῶν ἀγαθῶν ἐργάτας, καὶ τιμωρεῖται τοὺς ἑκόντας τὴν κακίαν ἀσπασαμένους. λαʹ. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Θεὸν ἔχοντες σύμμαχον, ἀνθρώπους δεδοίκαμεν; Πάντα δὲ ὁμοῦ συμπεριέλαβε διὰ τοῦ τίς, καὶ βασιλέας, καὶ στρατηγοὺς, καὶ δήμους, καὶ δημαγωγοὺς, καὶ πᾶσαν ὁμοῦ τὴν οἰκουμένην. Εἶτα τὸν κολοφῶνα τῶν εὐεργεσιῶν εἰς μέσον παράγει. λβʹ. Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Τὸ μεῖζον ἔδωκε, καὶ τὸ ἔλαττον οὐ προσδώσει; Τὸν Υἱὸν ἐχαρίσατο, καὶ τῶν κτημάτων ἀποστερήσει; Εἰδέναι μέντοι χρὴ, ὡς ἓν μὲν τοῦ Υἱοῦ τὸ πρόσωπον· δέδοται δὲ ὑπὸ τῆς θεότητος ἡ ἀνθρωπεία φύσις ὑπὲρ ἡμῶν. «Ὁ γὰρ ἄρτος, φησὶν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Καί· «Ἐξουσίαν θεῖναι τὴν ψυχήν μου ἔχω, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» λγʹ, λδʹ. Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Εἰπὼν ὅτι, Θεοῦ βοηθοῦντος, τίς ἡμᾶς λυμανεῖται; προστέθεικεν ὅτι, τοῦ Θεοῦ δικαίους ἀποφήναντος, τίς κατακρῖναι δυνήσεται; Χριστὸς, ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τί τούτων μεῖζον ζητεῖς; ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Δεσπότης Χριστὸς, καὶ ἀναστὰς τῷ Πατρὶ συνεδρεύει, καὶ οὐδὲ οὕτω τῆς περὶ ἡμᾶς ἐπαύσατο προμηθείας· ἀλλ' ἣν ἐξ ἡμῶν ἀνέλαβε δεικνὺς ἀπαρχὴν, καὶ τὸ ταύτης ἄμωμον ἐπιδεικνὺς τῷ Πατρὶ, δι' ἐκείνης ἡμῖν τὴν σωτηρίαν αἰτεῖ. Καὶ τοῦτο μέντοι κατὰ τὸ ἀνθρώπειον τέθεικεν· ὡς γὰρ Θεὸς οὐκ αἰτεῖ, ἀλλὰ χορηγεῖ. Εἰ δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
