# Interpretatio in xiv epistulas sancti Pauli 82.149

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.149

βʹ. Ὅτι λύπη μοι ἐστὶ μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ἀτελὴς μὲν ἡ συνθήκη τοῦ λόγου. Ἔδει γὰρ προσκεῖσθαι, διὰ τὴν Ἰουδαίων ἢ ἀποβολὴν, ἢ ἀπιστίαν, τὴν ἀδιάλειπτον εἶναι λύπην. Φειδοῖ δὲ κεχρημένος, ταῦτα μὲν οὐ τέθεικε τὰ ῥήματα, τὴν δὲ τούτων διὰ τῶν ἑξῆς διδάσκει διάνοιαν. Λέγει δὲ οὕτως· γʹ. Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. Τὸ ἀνάθεμα διπλῆν ἔχει τὴν διάνοιαν. Καὶ γὰρ τὸ ἀφιερωμένον τῷ Θεῷ, ἀνάθημα ὀνομάζεται, καὶ τὸ τούτου ἀλλότριον τὴν αὐτὴν ἔχει προσηγορίαν. Καὶ τὸ μὲν δεύτερον ἐν τῇ πρὸς Κορινθίους ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος· «Εἴ τις γὰρ οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα.» Τὸ δέ γε πρότερον καὶ ἡ κοινὴ διδάσκει συνήθεια· ἀναθήματα γὰρ καλοῦμεν τὰ τῷ Θεῷ προσφερόμενα· καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, τὴν Ἱεριχὼ πόλιν ἀνάθεμα γενέσθαι κελεύσας. Ἐνταῦθα μέντοι ὁ μακάριος Παῦλος τὴν δευτέραν διάνοιαν τέθεικεν, ἣν ἔχει περὶ τοὺς ὁμοφύλους διδάσκων διάθεσιν. Καὶ οὐκ εἶπεν, Ἐβουλόμην, ἀλλ', Ηὐχόμην ἀλλότριος εἶναι τοῦ Χριστοῦ, ὥστε τοὺς κατὰ σάρκα μου συγγενεῖς, προσοικειωθέντας αὐτῷ, τὴν σωτηρίαν καρπώσασθαι. Σφόδρα δὲ ἁρμοδίως παρενέθηκε καὶ τὸ, ἐγὼ αὐτὸς, τῶν ἤδη περὶ τῆς ἀγάπης τῆς περὶ τὸν Χριστὸν εἰρημένων ἀναμιμνήσκων, καὶ μονονουχὶ λέγων, ὅτι Ἐγὼ, ὃν οὔτε ζωὴ, οὔτε θάνατος, οὔτε τὰ ἐνεστῶτα, οὔτε τὰ μέλλοντα, οὔτε τις κτίσις ἑτέρα χωρίσαι δυνήσεται ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, ὑπὲρ τῆς Ἰουδαίων σωτηρίας ἥδιστα ἂν ἐχωρίσθην αὐτοῦ. Δῆλον δὲ ὅτι οὐ τούτους προτιμῶν τοῦ σεσωκότος, ἀλλὰ τὸν περὶ ἐκείνων ἔρωτά τε καὶ πόθον δηλῶν, ταῦτα εἴρηκε, πάντας ὑποκύπτοντας ἰδεῖν ποθῶν, καὶ ἀσπαστῶς δεχομένους τὸ σωτήριον κήρυγμα. Πιθανὸν δὲ τὸν λόγον κατασκευάζων, ἐπιδείκνυσιν αὐτῶν καὶ τὴν προτέραν εὐγένειαν, καὶ τῶν δωρεῶν τῶν θεοσδότων τὸν πλοῦτον, καί φησιν· δʹ. Οἵτινές εἰσιν Ἰσραηλῖται. Ἦν γὰρ καὶ τοῦτο τὸ ὄνομα πολυθρύλλητον, ἐπιτεθὲν μὲν παρὰ τοῦ Θεοῦ τῷ προπάτορι, καθάπερ δέ τις κλῆρος εἰς τοὺς ἐκγόνους παραπεμφθέν. Ὧν ἡ υἱοθεσία. Καὶ τοῦδε γὰρ μετέλαχον τοῦ ὀνόματος. «Υἱὸς γὰρ, φησὶ, πρωτότοκός μου Ἰσραήλ.» Καὶ ἡ δόξα. Περιφανεῖς γὰρ ἀπὸ τῶν θαυμάτων ἐγένοντο. Καὶ αἱ διαθῆκαι. Οὐ γὰρ μόνον τὴν παλαιὰν, ἀλλὰ καὶ τὴν καινὴν αὐτοῖς ὑπέσχετο δώσειν. «Θήσομαι γὰρ, φησὶ, τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἀλλὰ ταύτην αὐτοὶ λαβεῖν οὐκ ἠθέλησαν.» Καὶ ἡ νομοθεσία. Αὐτοῖς γὰρ τὸν Μωσαϊκὸν ἐδεδώκει νόμον. Καὶ ἡ λατρεία. Τῶν γὰρ ἄλλων αὐτοὺς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
