# Interpretatio in xiv epistulas sancti Pauli 82.152

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.152

ἐθνῶν προτιμήσας, τὴν νομικὴν ἱερουργίαν ἐδίδαξε. Καὶ αἱ ἐπαγγελίαι. Ἴσως αἵ τε πρὸς τοὺς πατέρας παρὰ τοῦ Θεοῦ γεγενημέναι, καὶ αἱ διὰ τῶν προφητῶν προσενηνεγμέναι. εʹ. Ὧν οἱ πατέρες. Οἱ ἀοίδιμοί τε καὶ πολυθρύλλητοι, ὧν Θεὸς ἐχρημάτισεν ὁ Θεός. Εἶτα τελευταῖον τέθεικε τὸ μέγιστον τῶν ἀγαθῶν. Καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ ἤρκει μὲν ἡ τοῦ κατὰ σάρκα προσθήκη, παραδηλῶσαι τοῦ Δεσπότου Χριστοῦ τὴν θεότητα. Ἀλλ' ὥσπερ ἐν τῷ προοιμίῳ, εἰρηκώς· «Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα·» ἐπήγαγε· «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει·» οὕτως ἐνταῦθα εἰπὼν τὸ, κατὰ σάρκα, προστέθεικε τὸ, Ὢν ἐπὶ πάντα Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ τῶν φύσεων δεικνὺς τὴν διαφορὰν, καὶ τοῦ θρήνου διδάσκων τὸ εὔλογον, ὅτι ἐξ αὐτῶν μὲν κατὰ σάρκα ὁ ἐπὶ πάντων Θεὸς, αὐτοὶ δὲ τῆς εὐγενείας ἐξέπεσον, καὶ ἀλλότριοι τῆς συγγενείας ἐκείνης ἐγένοντο. Καὶ τὰς θρηνούσας ἐμιμήσατο γυναῖκας, αἳ τῶν τεθνεώτων καὶ θρηνουμένων, καὶ τὴν ὥραν τοῦ σώματος, καὶ τὴν ἀκμὴν τῆς ἡλικίας, καὶ τὴν τῶν προγόνων περιφάνειαν, καὶ τὴν περιουσίαν, καὶ τὴν δυναστείαν ἐνυφαίνουσι τοῖς θρήνοις. Οὕτω μέντοι γυμνώσας τὴν περὶ Ἰουδαίους φιλοστοργίαν, ἄρχεται λοιπὸν τοῦ προκειμένου νοήματος. ϛʹ. Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Ἐγὼ μὲν, φησὶ, οὐκ ἐβουλόμην μόνον, ἀλλὰ καὶ ηὐχόμην ἀλλότριος εἶναι τοῦ Χριστοῦ, εἴπερ οἷόν τε ἦν διὰ τῆς ἐμῆς ἀλλοτριώσεως Ἰουδαίους τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. Ἀλλ' ὅμως, καὶ τούτων ἀντιλεγόντων, καὶ σωτηρίαν οὐ βουλομένων καρπώσασθαι, ἔχουσι τἀληθὲς αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι. Πῶς ἔχουσιν; Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. Οὐ γὰρ τῆς φύσεως ὁ Θεὸς, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ συγγένειαν. Εἶτα διδάσκει τοῦτο σαφέστερον. ζʹ. Οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα· τουτέστι Θεοῦ. Τοῦτο γὰρ μετὰ βραχέα διδάσκει. Ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ τεθεικὼς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἀναπτύσσει ταύτην, καὶ τῇ ἑρμηνείᾳ σαφῆ τὸν λόγον ποιεῖ. ηʹ. Τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, λογίζεται εἰς σπέρμα. Καλεῖ δὲ σαρκὸς μὲν τέκνα, τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγεν[ν]ημένα· ἐπαγγελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα. θʹ. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος. Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
