# Interpretatio in xiv epistulas sancti Pauli 82.157

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.157

βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; εἰπέ μοι, σὺ τίς εἶ; οὐκ ἄνθρωπος; Πῶς οὖν ἀνταποκρίνῃ, καὶ περιεργάζῃ τὰς θείας οἰκονομίας; Εἰ γὰρ οὐκ αὐτεξούσιος ἦσθα, οὐδὲ γνώμῃ τὸ πρακτέον ᾑροῦ, ἀλλὰ τῇ τοῦ θείου βουλήματος ἀνάγκῃ ἐδούλευες, παραπλησίως ἂν τοῖς ἀψύχοις ἐσίγησας, τὰ οἰκονομούμενα στέργων. Ἐπειδὴ δὲ λόγῳ τετίμησαι, καὶ τὰ δοκοῦντά σοι καὶ λέγεις καὶ πράττεις, καὶ οὐκ ἀγαπᾷς τὰ γινόμενα, ἀλλὰ τῶν θείων οἰκονομιῶν τὰς αἰτίας ἐπιζητεῖς, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτως; (καʹ.) Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; Ἀπόβλεψον εἰς τὸν τοῦ κεραμέως πηλὸν, ὃς τῆς λογικῆς διακρίσεως ἄμοιρος ὢν, οὐκ ἀντιλέγει τῷ πλάττοντι· ἀλλὰ κἂν εἰς ἀτίμου σκεύους ἐργασίαν ἀφορισθῇ, σιγῇ τὸ γινόμενον δέχεται. Σὺ δὲ ἀντιτείνεις καὶ ἀντιλέγεις. Οὐ τοίνυν φυσικαῖς ἀνάγκαις προσδέδεσαι, οὐδὲ παρανομεῖς παρὰ γνώμην, ἀλλ' ἑκὼν ἀσπάζῃ τὴν πονηρίαν, καὶ αὐθαιρέτως καταδέχῃ τοὺς πόνους τῆς ἀρετῆς. Ὀρθὴ οὖν ἄρα καὶ δικαία τοῦ Θεοῦ τῶν ὅλων ἡ ψῆφος. Ἐνδίκως γὰρ κολάζει τοὺς ἁμαρτάνοντας, ὡς γνώμῃ τοῦτο ποιεῖν τολμῶντας· ἔχει δὲ καὶ ἡ φιλανθρωπία τὸ δίκαιον· πρόφασιν γὰρ παρ' ἡμῶν λαμβάνουσα, ὀρέγει τὸν ἔλεον. Τινὲς μέντοι τὸ, Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; κατ' ἐπιτίμησιν εἰρῆσθαί φασι. Πρότερον γὰρ ἐπιτιμήσας, φησὶ, τοῖς τὰ θεῖα πολυπραγμονοῦσι, καὶ τὴν εὐτέλειαν δείξας (πηλοῦ γὰρ οὐδὲν διενήνοχε τῶν ἀνθρώπων ἡ φύσις), οὕτω τὴν λύσιν ἐπήγαγεν. Ἡ δὲ λύσις ἐστὶν αὕτη· κβʹ. Εἰ δέ. Ἐνταῦθα ὑποστίξαι δεῖ. Λέγει γάρ· Εἰ τοῦτο ποθεῖς μαθεῖν, τίνος ἕνεκα πλειόνων ἁμαρτανόντων τοὺς μὲν κολάζει, τοὺς δὲ δι' ἐκείνων εὐεργετεῖ· καὶ πολλῶν τὴν ἀρετὴν μετιόντων, τοὺς μὲν περιφανεῖς ἀποφαίνει, τοῖς δὲ διὰ τούτων ὑποφαίνει τὰς τῶν μελλόντων ἐλπίδας· ἄκουσον τῶν ἑξῆς· Θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὑτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. (κγʹ, κδʹ.) Καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν. Οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Οὐχ ὁ Θεὸς, φησὶ, δημιουργὸς τῆς τοῦ Φαραὼ πονηρίας· ἀλλ' αὐτὸς τῇ μακροθυμίᾳ συνήθως ἐχρήσατο· ἐκεῖνος δὲ ὑπέλαβε τὴν μακροθυμίαν ἀσθένειαν, καὶ διὰ ταύτης τὴν οἰκείαν ηὔξησεν ἀπείθειαν. Ἀλλ' ὅμως σοφὸς ὢν τῶν ὅλων ὁ Πρύτανις, καὶ τούτῳ δικαίως τὴν τιμωρίαν ἐπήγαγε, καὶ ἐκ τῆς τούτου πονηρίας τοῖς ἄλλοις ἀλεξίκακον κατεσκεύασε φάρμακον. Καὶ καθάπερ οἱ ἰατροὶ οὐκ αὐτοὶ τὰς ἐχίδνας

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
