Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.160
Not analysed yet
δημιουργοῦσιν, ἐκ δὲ τούτων ὠφέλιμον τοῖς ἀνθρώποις κατασκευάζουσι φάρμακον· οὕτως ὁ Θεὸς ἠβούλετο μὲν τὸν Φαραὼ τῆς τιμωρίας μὴ μεταλαχεῖν· ἐπειδὴ δὲ εἰς πολλὴν ἐκεῖνος θηριωδίαν ἐξώκειλε, παντοδαπὰς μὲν αὐτῷ τιμωρίας ἐπήγαγε, τὴν δὲ οἰκείαν πᾶσιν ἀνθρώποις ἐπέδειξε δύναμιν. Διό φησιν· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Τὸ δὲ, Ἐξήγειρά σε, ἀντὶ τοῦ. Συνεχώρησά σοι τῆς βασιλείας τυχεῖν, καὶ κωλῦσαι δυνάμενος οὐκ ἐκώλυσα, τὴν ἐντεῦθεν τοῖς ἄλλοις γενησομένην προορῶν ὠφέλειαν. Σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν καλεῖ τοὺς αὐθαιρέτῳ γνώμῃ τοῦτο γεγενημένους. Τοῦτο γὰρ καὶ Τιμοθέῳ γέγραφεν· «Ἐν οἰκίᾳ δὲ μεγάλῃ οὐκ ἔστι μόνα σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ τὰ μὲν εἰς τιμὴν, τὰ δὲ εἰς ἀτιμίαν» Καὶ διδάσκων ὡς ἑκών τις τοῦτο γίνεται ἢ ἐκεῖνο, ἐπήγαγεν· «Ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τῶν τοιούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἡτοιμασμένον.» Καὶ Κορινθίοις οὕτω γράφει· «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην·» ἄντικρυς διδάσκων τῶν ἀνθρώπων τὸ αὐτεξούσιον. Οὕτω σκεύη ἐλέους ἐκάλεσε τοὺς τῆς θείας φιλανθρωπίας ἀξίους· τὸ δὲ, Ἃ προητοίμασεν εἰς δόξαν, τὴν πρόγνωσιν τὴν θείαν παραδηλοῖ. Τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν, ὅτι «Οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ.» Σκοπὸς γὰρ τῷ Ἀποστόλῳ δεῖξαι, ὡς τοὺς ἀξίους σωτηρίας μόνος οἶδεν ὁ τῶν ὅλων Θεὸς, ἀνθρώπων δὲ οὐδὲ εἷς. Εἰρηκὼς δὲ, ὅτι Ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν, βεβαιοῖ τὸν λόγον τῇ Γραφικῇ μαρτυρίᾳ, καί φησιν· κεʹ, κϛʹ. Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην. Καὶ ἔσται, ἐν τῷ τόπῳ, ᾧ ἐῤῥέθη αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. Ταῦτα δὲ ὁ Θεὸς οὐ περὶ τῶν ἐθνῶν, ἀλλὰ περὶ αὐτῶν εἴρηκε τῶν Ἰουδαίων. Τῷ γὰρ Ὠσηὲ κελεύσας λαβεῖν γυναῖκα πόρνην, καὶ μέντοι καὶ μοιχαλίδα, οὕτω τὰ γεννηθέντα παιδία προσαγορευθῆναι ἐκέλευσε, τὸν μὲν Οὐ λαὸν, τὴν δὲ Οὐκ ἠγαπημένην, τὰ συμβησόμενα Ἰουδαίοις προλέγων. Ἀλλ' ὅμως πάλιν ὑπέσχετο αὐτοῖς χρηστὰ, ὅτι Καὶ οὐ λαὸς κληθήσεται λαὸς, καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη. Σκοπήσατε τοίνυν, φησὶν, ὅτι καὶ ὑμεῖς οὐκ ἀεὶ τῶν αὐτῶν ἀπελαύσατε· ἀλλὰ ποτὲ μὲν λαὸς, ποτὲ δὲ οὐ λαὸς, καὶ πάλιν λαὸς ἐχρηματίσατε· καὶ ποτὲ μὲν ἠγαπημένη, εἶτα οὐκ ἠγαπημένη, καὶ πάλιν ἠγαπημένη. Οὐδὲν τοίνυν ἀπεικὸς οὐδὲ ἐπὶ τοῦ παρόντος γεγένηται. Συνήθως γὰρ ἀπεβλήθητε· ἀλλὰ κἂν πάλιν θελήσητε, λαὸς καὶ ἠγαπημένη κληθήσεσθε. Καὶ γὰρ τὰ ἔθνη οὐ λαὸς ὄντες νῦν λαὸς χρηματίζει. Προστέθεικε δὲ τῷ λόγῳ καὶ ἑτέραν μαρτυρίαν.