# Interpretatio in xiv epistulas sancti Pauli 82.161

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.161

κζʹ, κηʹ. Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Λόγον γὰρ συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Εἰς καιρὸν δὲ μάλιστα ταύτην τέθεικε τὴν μαρτυρίαν, διδάσκων ὡς ἄνωθεν προεῖδεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς τῇ πίστει προσεληλυθότας, καὶ τοὺς ἀπιστίαν νενοσηκότας. Ἐπειδὴ γὰρ ἔλεγον οἱ Ἰουδαῖοι ὀλίγους ἐξ αὐτῶν δεδέχθαι τὸ κήρυγμα, τοὺς δὲ ἄλλους ἅπαντας ὡς ἐξαπάτην φυγεῖν, ἔδειξεν ἄνωθεν ταῦτα προειρημένα, καὶ ὅτι κἂν ὑπερβάλλωσι τῷ πλήθει τὸν ἀριθμὸν, καὶ μιμῶνται τῆς θαλάσσης τὴν ψάμμον, οὐχ ἅπαντες τεύξονται τῆς σωτηρίας, ἀλλ' οἱ τῇ πίστει κοσμούμενοι. Τὸν γὰρ συντετμημένον λόγον τὴν πίστιν ἐκάλεσεν. Ἃ γὰρ διὰ πολλῶν ἐντολῶν ὁ νόμος ἐπαίδευσε, καὶ τελείαν παρασχεῖν τὴν σωτηρίαν οὐκ ἴσχυσεν, ἡ εἰς Χριστὸν ὁμολογία κατώρθωσε, καὶ τὴν πίστιν προὐξένησε. Σύντομος δὲ αὕτη, καὶ μακρῶν περιόδων οὐ δεομένη· διαθέσει δὲ ψυχῆς κρινομένη, καὶ διὰ γλώττης κηρυττομένη. κθʹ. Καὶ καθὼς προείρηκεν Ἡσαΐας· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Οὓς ἄνω κατάλειμμα προσηγόρευσε, τούτους ὠνόμασε σπέρμα, δι' οὓς ὁ Προφήτης ἔφη τὰ Σοδόμων καὶ Γομόῤῥων μὴ παθεῖν Ἰουδαίους. Ἐκεῖνοι γὰρ πανωλεθρίαν ὑπέμειναν. Οὕτω διδάξας ὡς ὁ τῶν ὅλων Θεὸς, οὐκ εἰς τὴν κατὰ φύσιν ἀποβλέπει συγγένειαν, ἀλλὰ τῆς πίστεως τὴν κοινωνίαν ζητεῖ, διδάσκει σαφέστερον τίνος ἕνεκεν Ἰουδαῖοι μὲν τῆς προγονικῆς εὐγενείας ἐξέπεσον, τὰ δέ γε ἔθνη τῆς σωτηρίας μετέλαχον· καί φησι· λʹ. Τί οὖν ἐροῦμεν; Κατ' ἐρώτησιν ἀναγνωστέον ὑποστίζοντας. Εἶτα κατ' ἀπόκρισιν τὰ ἑξῆς· Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως. (λαʹ.) Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Ἴσθι, φησὶν, ὡς ἡ πίστις αἰτία τοῖς ἔθνεσι τῶν ἀγαθῶν. Αὐτὴ γὰρ αὐτοὺς πάλαι πλανωμένους, καὶ τὴν δικαιοσύνην οὔτε ἔχοντας, οὔτε ζητῆσαι βουληθέντας, τῆς κατὰ χάριν δικαιοσύνης ἠξίωσεν· ὁ δέ γε Ἰσραὴλ, καίτοι τὸν νόμον κατέχων, καὶ τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου μεταδιώκων, διήμαρτε τοῦ σκοποῦ, καὶ τῆς δικαιοσύνης οὐκ ἔτυχεν. Εἶτα πάλιν κατ' ἐρώτησιν· λβʹ. Διὰ τί, Τὴν αἰτίαν, φησὶ, τούτου θέλεις μαθεῖν; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου. Ἐνόμισαν ἐξαρκεῖν αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν εἰς κτῆσιν δικαιοσύνης, καὶ τῆς πίστεως κατεφρόνησαν. Οὗ δὴ χάριν, καὶ τῶν τῆς πίστεως οὐ μετέλαχον δωρεῶν, καὶ τὴν ἐξ ἐκείνης τῆς πολιτείας οὐκ ἔσχον δικαιοσύνην. Εἶτα διδάσκει διὰ ποίαν αἰτίαν τῶν τῆς πίστεως ἀγαθῶν οὐκ ἀπήλαυσαν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
