# Interpretatio in xiv epistulas sancti Pauli 82.164

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.164

Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος (λγʹ.) καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν οὐ καταισχυνθήσεται. Προσπταίειν εἰώθασιν οἱ ἑτέρως τὴν διάνοιαν ἔχοντες, καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέλοντες. Τοῦτο πεπόνθασιν Ἰουδαῖοι· περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες, τὸν ὑπὸ τῶν προφητῶν προαγορευθέντα λίθον ἰδεῖν οὐκ ἠθέλησαν, καίτοι σαφῶς ἐκείνων προθεσπισάντων ὡς ὁ τούτῳ πιστεύων, μεγίστων τεύξεται ἀγαθῶν. Τοῦτο γὰρ εἶπεν· Οὐ καταισχυνθήσεται· ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόντων δὲ τῆς ἐλπίδος, αἰσχυνομένων. Οὕτω μετρίως αὐτῶν καθαψάμενος, πάλιν ἣν ἔχει περὶ αὐτοὺς διάθεσιν δείκνυσιν, ἵνα μὴ δυσμενείας δόξαν οἱ ἔλεγχοι λάβωσι. Τὰς γὰρ μείζους κατηγορίας ἐσχάτας ἐφύλαξεν. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν. Εὐδοκίαν ἐνταῦθα τὴν ἐπιθυμίαν ἐκάλεσε. Καὶ γὰρ ἐπιθυμῶ, φησὶ, καὶ προσεύχομαι τῆς σωτηρίας αὐτοὺς τυχεῖν. βʹ. Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἐπαίνῳ τὸν ψόγον συνέζευξεν, οἷόν τινι δελέατι κατακρύπτων τὸ ἄγκιστρον, ἵνα τοῦ λόγου τὸ κέρδος δεκτικὸν αὐτοῖς γένηται. γʹ. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἰδίαν δικαιοσύνην τὴν ἄκαιρον τοῦ νόμου προσηγόρευσε φυλακήν· πεπαυμένον γὰρ αὐτὸν φυλάττειν σπουδάζουσι· Θεοῦ δὲ δικαιοσύνην, τὴν κατὰ χάριν διὰ τῆς πίστεως γινομένην ὠνόμασε. Τοῦτο γὰρ ἐπήγαγε. δʹ. Τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Οὐ γὰρ ἐναντία τῷ νόμῳ ἡ εἰς τὸν Κύριον πίστις, ἀλλὰ καὶ μάλα σύμφωνος. Ὁ γὰρ νόμος ἡμᾶς πρὸς τὸν Δεσπότην Χριστὸν ἐποδήγησε. Τὸν τοῦ νόμου τοίνυν πληροῖ σκοπὸν ὁ πιστεύων τῷ Δεσπότῃ Χριστῷ. Καλῶς δὲ πάλιν, παντὶ τῷ πιστεύοντι, τέθεικε. Συμπεριέλαβε γὰρ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν. Κἂν γὰρ Ἕλλην ᾖ, κἂν βάρβαρος, πιστεύσῃ δὲ, τῆς σωτηρίας μεταλαγχάνει. Εἶτα διδάσκει πάλιν νόμου καὶ χάριτος τὴν διαφορὰν, καὶ ἀμφοτέρων εἰσάγει Μωϋσέα τὸν νομοθέτην διδάσκαλον, καί φησι· εʹ. Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Ὁ τὰ τῷ νόμῳ διηγορευμένα πάντα πεπληρωκὼς, καρπὸν ἔχει τῆς φυλακῆς τὴν ζωήν· ἡ δὲ τυχοῦσα παράβασις τὴν τιμωρίαν ἐπάγει.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
