# Interpretatio in xiv epistulas sancti Pauli 82.165

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.165

ϛʹ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει. Ἀντὶ τοῦ, περὶ δὲ τῆς ἐκ πίστεως δικαιοσύνης, οὐ Μωσῆς ταῦτα λέγει, ἀλλὰ διὰ Μωσέως ὁ τῶν ὅλων Θεός. Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· (ζʹ, ηʹ.) ἢ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. Περὶ μὲν τοῦ νόμου ταῦτα εἴρηκεν ὁ τῶν ὅλων Θεὸς, διδάσκων Ἰουδαίους, ὡς δίχα πόνων τὴν τῶν πρακτέων διδασκαλίαν ἐδέξαντο, καὶ οὔτε τῆς εἰς οὐρανοὺς ἀναβάσεως, οὔτε τῆς εἰς τὸν ᾅδην καταβάσεως δέονται. Ἐγγύς σου γὰρ τὸ ῥῆμά ἐστι. Δέδοται γάρ σοι τῶν ποιητέων ἡ γνῶσις. Ὁ μέντοι θεῖος Ἀπόστολος εἰς τὸν περὶ τῆς πίστεως ταῦτα ἐξείληφε λόγον, διδάσκων ὡς οὐ δεῖ τὴν Δεσποτικὴν οἰκονομίαν περιεργάζεσθαι, ἢ ἀμφιβάλλειν ὡς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς ἐνηνθρώπησε, καὶ τὸ πάθος καταδεξάμενος ἐπραγματεύσατο τὴν ἀνάστασιν, ἀλλὰ πίστει καρποῦσθαι τὴν σωτηρίαν. Ἐγγύς σου γὰρ τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. Εἶτα ἐπάγει· Τουτέστι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν. Ὅπερ Μωϋσῆς περὶ τῶν νομικῶν εἴρηκεν ἐντολῶν, τοῦτο ἡμεῖς περὶ τῆς πίστεως λέγομεν. θʹ, ιʹ. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Ἀμφοτέρων γὰρ χρεία, καὶ πίστεως ἀληθοῦς καὶ βεβαίας, καὶ ὁμολογίας σὺν παῤῥησίᾳ γινομένης· ἵνα καὶ ἡ καρδία κοσμῆται τῷ ἀναμφιβόλῳ τῆς πίστεως, καὶ ἡ γλῶττα λαμπρύνηται ἀδεῶς κηρύττουσα τὴν ἀλήθειαν. Εἶτα πάλιν ἀναμιμνήσκει τῆς Γραφικῆς μαρτυρίας. ιαʹ. Λέγει γὰρ ἡ Γραφή· Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. Ἑρμηνεύει δὲ καὶ τὸ Πᾶς. ιβʹ, ιγʹ. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος. Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πλοῦτον τοῦ Θεοῦ προσηγόρευσε τῶν ἀνθρώπων τὴν σωτηρίαν. Οἶδε γὰρ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν. Ἁρμοδίως δὲ τῇ καρδίᾳ καὶ τῇ γλώττῃ τὰς μαρτυρίας προσήρμοσε· τῇ μὲν καρδίᾳ τὸ, Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται· τῇ δὲ γλώττῃ· Πᾶς γὰρ ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Εἶτα διδάσκει ὡς ἑκόντες Ἰουδαῖοι τῆς σωτηρίας ἐστέρηνται, προσενεχθὲν τὸ κήρυγμα δέξασθαι μὴ θελήσαντες. Ἀλλ' ἐναργῶς οὐ προσφέρει τὸν ἔλεγχον, ἀλλ' ἑτέρως μεθοδεύει τὸν λόγον.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
