# Interpretatio in xiv epistulas sancti Pauli 82.172

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.172

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. Λέγω οὖν· Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ; Μὴ γένοιτο. Εἶτα τὴν τούτου ἀπόδειξιν ἐξ ἑτέρων πολλῶν δυνάμενος παρασχεῖν, καὶ ἀγαγεῖν εἰς μέσον τούς τε ἐν Ἱεροσολύμοις πεπιστευκότας τρισχιλίους, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, καὶ τοὺς κατὰ τὴν οἰκουμένην ἐξ Ἰουδαίων δεξαμένους τὸ κήρυγμα, ἀντὶ τούτων πάντων ἑαυτὸν ἐπιδείκνυσι, καί φησι· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. (βʹ.) Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, ὃν προέγνω. Εἰ γὰρ ἀπώσατο, εἷς ἂν ἦν τῶν κατηγορουμένων κἀγώ. Ἐξ ἐκείνης γὰρ κἀγὼ τῆς ῥίζης ἐβλάστησα, καὶ τὸν Ἀβραὰμ αὐχῶ πρόγονον, καὶ τὸν Βενιαμὶν φύλαρχον, καὶ τῇ τοῦ Ἰσραὴλ προσηγορίᾳ σεμνύνομαι. Καλῶς δὲ καὶ, ὃν προέγνω, προστέθεικε, τουτέστι τοὺς τῆς θεογνωσίας ἀξίους, τοὺς τῆς πίστεως δεξαμένους τὴν αἴγλην. Τοῦτο γὰρ μετὰ ταῦτα διδάσκει. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφὴ, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ; (γʹ, δʹ.) Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Καὶ κατ' ἐκεῖνον, φησὶ, τὸν καιρὸν πολλαὶ μυριάδες ἦσαν τοῦ Ἰσραὴλ, καὶ πάντες Ἰσραὴλ ὠνομάζοντο· ἀλλ' ὁ τῶν ὅλων Θεὸς τῶν ἑπτακισχιλίων ἑαυτὸν Θεὸν προσηγόρευσε, τοὺς δὲ ἄλλους ἀπεδοκίμασεν ἅπαντας. Κατέλιπον γὰρ ἐμαυτῷ, ἔφη, ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Ὁ μέντοι Προφήτης καὶ τοῦτο ἠγνόει, καὶ ἐν αὑτῷ μόνῳ τὰ λείψανα σεσῶσθαι τῆς εὐσεβείας ἐνόμιζεν. Οὐδὲν οὖν καινὸν, ἢ παράδοξον, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε τοὺς ἐξ ὑμῶν τῷ Σωτῆρι πεπιστευκότας, οὓς λαὸν ὁ τῶν ὅλων προσαγορεύει Θεός. Εἰς καιρὸν δὲ τὸν μέγαν Ἠλίαν εἰς μέσον ἤγαγε, τὴν κατ' ἐκείνων πεποιημένον γραφὴν, ὡς οὐ μόνον τοὺς προφήτας ἀνελόντων, ἀλλὰ καὶ τὰ θυσιαστήρια ἐκ βάθρων ἀνασπασάντων. Δῶμεν γὰρ ὅτι δυσμενῶς περὶ τοὺς προφήτας διέκειντο, ὡς τὰ σκυθρωπὰ προθεσπίζοντας· τί τοῖς θείοις εἶχον ἐγκαλεῖν θυσιαστηρίοις; ἀλλ' ἐδήλωσαν δι' ὧν ἐτόλμησαν, ὡς τὸν τούτων ἐμίσουν Θεόν. Ὁ μέντοι θεῖος Ἀπόστολος ἐκ τῆς Γραφικῆς μαρτυρίας ἐπὶ τὸν οἰκεῖον μεταβαίνει λόγον, καί φησιν· εʹ, ϛʹ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Καθάπερ τότε, φησὶν, ἀπὸ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
