# Interpretatio in xiv epistulas sancti Pauli 82.173

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.173

μυριάδων ἀπείρων ἑπτακισχίλιοι κατελείφθησαν μόνον τῆς ἀσεβείας ἐλεύθεροι· οὕτω καὶ νῦν πλείους μὲν οἱ ἀπιστήσαντες, ἐλάττους δὲ οἱ πιστεύσαντες, καὶ τῆς θείας χάριτος ἀπολαύσαντες. Οὐ γὰρ ἡ κατὰ νόμον αὐτοὺς ἐδικαίωσε πολιτεία (τοῦτο γὰρ λέγει, ἐξ ἔργων), ἀλλ' ἡ τοῦ Θεοῦ διέσωσε χάρις. Διὰ τοῦτο καὶ χάρις ἡ σωτηρία καλεῖται, ἐπειδὴ κατὰ θείαν φιλοτιμίαν γεγένηται. Τοῦτο καὶ ἐν τοῖς κατὰ τὸν πατριάρχην Ἀβραὰμ φησί· «Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα.» ζʹ. Τί οὖν; Ἐνταῦθα ὑποστικτέον· κατ' ἐρώτησιν γὰρ κεῖται, ἀντὶ τοῦ· Τί τοίνυν ἔστιν εἰπεῖν; Εἶτα κατὰ ἀπόκρισιν τὰ λοιπά· Ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν. —Ἐκλογὴν τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ. Λέγει δὲ τοῦτο· Ὁ Ἰσραὴλ τῷ νόμῳ προστετηκὼς διήμαρτε τοῦ σκοποῦ· παρανόμως γὰρ νῦν φυλάττει τὸν νόμον, καὶ δικαιοσύνην οὐδεμίαν καρποῦται. Οἱ δὲ ἐξ αὐτῶν πεπιστευκότες ἐπέτυχον· οἱ δὲ λοιποὶ ἐπωρώθησαν· ἀντὶ τοῦ, σκληροτέραν ἡ ἀπιστία τὴν καρδίαν αὐτῶν ἀπειργάσατο. Δείκνυσι δὲ καὶ τοῦτο ἄνωθεν προηγορευμένον. ηʹ. Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. Τὸ ἔδωκεν, ὡς τὸ παρέδωκεν, ἀντὶ τοῦ συνεχώρησεν· οὐ γὰρ ὁ Θεὸς αὐτοὺς παρεσκεύασεν ἀπιστῆσαι· πῶς γὰρ οἷόν τε καὶ αὐτὸν αὐτοῖς ἐνθεῖναι τὴν ἀπιστίαν, καὶ αὐτὸν δίκας ὑπὲρ ταύτης εἰσπρᾶξαι; Τοῦτο καὶ ὁ Προφήτης σαφέστερον ἐδίδαξεν· «Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν.» Οὐκ ἄλλος τοίνυν αὐτοὺς ἐτύφλωσεν, ἀλλ' αὐτοὶ τοὺς ὀφθαλμοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠθέλησαν. Πνεῦμα δὲ κατανύξεως τὴν ἀμετάβλητον ἐκάλεσε γνώμην. Ὥσπερ γὰρ ὁ τὴν ἐπαινουμένην ἔχων κατάνυξιν, τὴν ἐπὶ τὸ χεῖρον τροπὴν οὐκ εἰσδέχεται· οὕτως ὁ παντελῶς ἑαυτὸν ἐκδοὺς τῇ πονηρίᾳ, τὴν ἐπὶ τὸ κρεῖττον οὐχ αἱρεῖται μεταβολήν. θʹ, ιʹ. Καὶ Δαβὶδ λέγει· Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. Τράπεζαν δὲ τὴν τρυφὴν προσηγόρευσεν, ἣν εἰς τοὐναντίον μεταβληθήσεσθαι προεθέσπισε. ιαʹ. Λέγω οὖν· Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Τούτοις γὰρ πρώτοις οἱ ἐξ αὐτῶν πεπιστευκότες

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
