# Interpretatio in xiv epistulas sancti Pauli 82.176

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.176

προσήνεγκαν τὸ σωτήριον κήρυγμα· ἀντειπόντων δὲ τούτων, καὶ τὴν διδασκαλίαν οὐ δεξαμένων, τοῖς ἔθνεσι τὸ θεῖον προσήνεγκαν Εὐαγγέλιον· οἱ δὲ πιστεύσαντες, τῆς σωτηρίας ἀπήλαυσαν. Ἱκανὸν δὲ τοῦτο παρακνίσαι τῶν. Ἰουδαίων τοὺς ἀντιλέγοντας, καὶ εἰς ζῆλον ἐρεθίσαι, καὶ προξενῆσαι τῆς σωτηρίας τὴν μετουσίαν. Ὁρῶσι γὰρ τοὺς ἐσχάτους πρώτους γεγενημένους. ιβʹ. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Εἰ γὰρ τῶν πλειόνων ἀπιστησάντων, οἱ ἐξ αὐτῶν πεπιστευκότες τοῖς ἔθνεσι τῆς θεογνωσίας τὸν πλοῦτον προσήνεγκαν, δηλονότι πάντες πιστεύσαντες μειζόνων ἀγαθῶν πᾶσιν ἀνθρώποις ἐγένοντο ἂν πρόξενοι. Ῥᾷον γὰρ ἐπίστευον πάντες, οὐκέτι τούτων ἀντιλεγόντων, ἀλλὰ μεθ' ἡμῶν τὴν ἀλήθειαν κηρυττόντων. Ἐντεῦθεν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι προσφέρει παραίνεσιν, μετρίῳ κεχρῆσθαι συμβουλεύων φρονήματι· δύο κατὰ ταυτὸν μηχανώμενος· καὶ τούτων τὴν ὀφρὺν καταστέλλων, καὶ δεδοικέναι παρασκευάζων· καὶ Ἰουδαίους εἰς τὴν τῆς πατρῴας κληρονομίας κοινωνίαν τρέπων Ἄρχεται δὲ οὕτως· ιγʹ, ιδʹ. Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν· Ἐφ' ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ἐπειδή με τῶν ἐθνῶν ὁ Θεὸς προὐβάλετο κήρυκα, ἀναγκαίως τὴν σωτηρίαν τῶν ἐθνῶν πραγματεύομαι, καὶ τοὺς ὑπὲρ τούτων ποιοῦμαι λόγους, καὶ τοὺς θείους προφήτας ἄνωθεν ταῦτα δείκνυμι προθεσπίσαντας· ἵνα ταύτῃ γοῦν Ἰουδαίους εἰς ζῆλον ἐρεθίσω, καί τινας ἐξ αὐτῶν μεταλαχεῖν παρασκευάσω τῆς σωτηρίας. Σάρκα γὰρ αὑτοῦ τοὺς Ἰουδαίους λέγει ὡς κατὰ μὲν τὸ φρόνημα ἀλλοτρίους ὄντας, μόνης δὲ αὐτῷ κοινωνοῦντας τῆς συγγενείας. ιεʹ. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Εἰ γὰρ τούτων ἀπιστησάντων, φησὶ, προσελήφθη τὰ ἔθνη, καὶ τῆς προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν. Τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη· «Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ τέλος.» Εἰδέναι μέντοι χρὴ, ὡς ταῦτα ὁ θεῖος Ἀπόστολος εἴρηκεν, οἰκονομικῶς κατασκευάζων τὸν λόγον· καὶ τούς τε ἐξ ἐθνῶν πεπιστευκότας μετριοφρονεῖν ἐκπαιδεύων, καὶ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων χεῖρα ὀρέγων, καὶ τὴν ἐκ τῆς μεταμελείας ὑποδεικνὺς σωτηρίαν. Καὶ τοῦτο τὰ ἑξῆς διδάσκει σαφέστερον. ιϛʹ—ιηʹ. Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
