# Interpretatio in xiv epistulas sancti Pauli 82.177

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.177

καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου· μὴ κατακαυχῶ τῶν κλάδων. —Ἀπαρχὴν καλεῖ τὸν Δεσπότην Χριστὸν κατὰ τὴν ἀνθρωπείαν φύσιν· ῥίζαν δὲ, τὸν πατριάρχην Ἀβραάμ· κλάδους δὲ ἐλαίας, τὸν τῶν Ἰουδαίων λαὸν, ὡς ἐκεῖθεν βλαστήσαντα· πιότητα δὲ ἐλαίας, τὴν τῆς εὐσεβείας διδασκαλίαν. Παρακελεύεται τοίνυν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, τῶν ἀπιστησάντων Ἰουδαίων μὴ κατεπαίρεσθαι· τούτους γὰρ ὀνομάζει κλάδους ἀποκλασθέντας. Σκοπήσατε δὲ, φησὶν, ὅτι ὑμεῖς ἐξ ἑτέρας συγγενείας ὁρμώμενοι εἰς ταύτην ἐνεκεντρίσθητε, καὶ τῆς εὐσεβοῦς ῥίζης ἐδέξασθε τὴν πιότητα. Εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. Λογίζου δὲ καὶ τοῦτο, ὅτι σὲ ἡ ῥίζα φέρει, οὐ σὺ τὴν ῥίζαν· καὶ σὺ ἐκείνης δέῃ, οὐκ ἐκείνη σοῦ. ιθʹ, κʹ. Ἐρεῖς οὖν· Ἐξεκλάσθησαν οἱ κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. Κἀκείνους ἡ ἀπιστία τῆς ῥίζης ἀλλοτρίους ἀπέφηνε, καὶ σὲ ἡ πίστις συνῆψε τῇ ῥίζῃ, καὶ τῆς ταύτης πιότητος μεταλαχεῖν παρεσκεύασε. Προσήκει σε τοίνυν μὴ μέγα φρονεῖν, ἀλλὰ δεδιέναι καὶ τρέμειν. Διὰ τί; καʹ. Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσεται. Εἰ γὰρ ἐκείνους οὐδὲν ὤνησεν ἡ τῆς φύσεως οἰκειότης, ἐπειδὴ τὴν αὐτὴν οὐκ ἔσχον προαίρεσιν· πολλῷ μᾶλλον σὺ μὴ φυλάξας τὴν χάριν, γενήσῃ τῆς ῥίζης ἀλλότριος. κβʹ. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Ὅρα νῦν ὅπως μὲν ἐκείνους ἀπέτεμεν ὁ Θεὸς, τὴν τῶν προγόνων οὐ ζηλώσαντας πίστιν· ὅπως δὲ σὲ φιλανθρωπίας ἠξίωσε, καὶ ῥίζης ἀλλοτρίας ἀπέφηνε κοινωνὸν, ἧς ἀλλότριος ᾖ πάντως τὴν δοθεῖσαν οὐ φυλάξας δωρεάν. κγʹ. Καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ ἐγκεντρισθήσονται. Πρέπει γὰρ τῇ τοῦ Θεοῦ δικαιοσύνῃ, καὶ σὲ παρ' ἐλπίδα τῆς ἐκείνων ῥίζης ἀξιωθέντα, εἶτα τὴν δοθεῖσαν μὴ φυλάξαντα χάριν, χωρίσαι πάλιν τῆς ῥίζης· καὶ τούτους τῆς ἀπιστίας ἀπαλλαγέντας, αὖθις ἐκείνῃ συνάψαι. Καλῶς δὲ καὶ ἐπὶ τούτων τὸ, ἐγκεντρισθήσονται, τέθεικεν, ὡς τῆς ἀπιστίας αὐτοὺς παντελῶς χωρισάσης, καὶ τῆς πίστεως παραπλησίως τοῖς ἔθνεσι συναπτούσης τῇ ῥίζῃ. Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. Τῇ τοῦ Θεοῦ δυνάμει τὴν τοῦ πράγματος εὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
