Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.180
Not analysed yet
κολίαν ἐπέδειξε, καὶ τίθησι παράδειγμα, οὔτε ἀλλότριον, οὔτε παλαιὸν, ἀλλ' οἰκεῖον καὶ νέον. Αὐτοὺς γὰρ εἰς μαρτυρίαν τούτου καλεῖ, καί φησι· κδʹ. Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Εἰ σὺ ἀγριέλαιος ὢν (οὐ γὰρ ἔσχες γεωργοῦντα τὸν νόμον, οὐδὲ τοὺς προφήτας ἄρδοντας, καὶ καθαίροντας, καὶ τὴν προσήκουσάν σου ἐπιμέλειαν ποιουμένους), τῶν μὲν δυσσεβῶν ἐχωρίσθης προγόνων τε καὶ συγγενῶν, τῆς δὲ τοῦ Ἀβραὰμ πίστεως κοινωνὸς ἀπεφάνθης, καὶ τοῦτον αὐχεῖς ῥίζαν, καὶ πατέρα, καὶ πρόγονον, οὐ κατὰ φύσιν νόμου, ἀλλὰ διὰ τὴν θείαν φιλοτιμίαν· πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ φυσικώτερον οὗτοι πιστεύσαντες τῇ οἰκείᾳ συναφθήσονται ῥίζῃ. Ταῦτα δὲ, ὡς ἔφην, λέγει, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας μετριάζειν διδάσκων, καὶ τοὺς ἀπιστήσαντας τῶν Ἰουδαίων εἰς σωτηρίαν προτρέπων. Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς. κεʹ. Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι. Μυστήριόν ἐστι τὸ μὴ πᾶσι γνώριμον, ἀλλὰ μόνοις τοῖς θαῤῥουμένοις. Λέγει τοίνυν, ὅτι Βούλομαι ὑμᾶς μαθεῖν ὅπερ οἴδαμεν περὶ τῶν προκειμένων μυστήριον, ἵνα μὴ σφόδρα ἡγούμενοι ἑαυτοὺς συνετοὺς, ὑψηλὸν ἐντεῦθεν εἰσδέξησθε φρόνημα. Τί δὲ τὸ μυστήριον; Ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Τὸ ἀπὸ μέρους τέθεικε, διδάσκων ὡς οὐ πάντες ἠπίστησαν· πολλοὶ γὰρ καὶ ἐξ ἐκείνων ἐπίστευσαν. Παρεγγυᾷ δὲ μὴ τῶν ἄλλων ἀπαγορεῦσαι τὴν σωτηρίαν· τῶν γὰρ ἐθνῶν δεξαμένων τὸ κήρυγμα, πιστεύσουσι κἀκεῖνοι, Ἠλία τοῦ πάνυ παραγενομένου, καὶ τῆς πίστεως αὐτοῖς τὴν διδασκαλίαν προσφέροντος. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ἠλίας ἔρχεται, καὶ ἀποκαταστήσει πάντα.» Τέθεικε δὲ καὶ τὴν προφητικὴν μαρτυρίαν. κϛʹ, κζʹ. Καθὼς γέγραπται· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Εἰ ἡ κατὰ νόμον πολιτεία δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὐτὴν ὁ προφητικὸς προεθέσπισε λόγος. Εἰ δὲ κολάζει μὲν ὁ νόμος τοὺς παραβαίνοντας, ἀεὶ δὲ παρανομίαν ἐνεκλήθησαν Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτίσματος χορηγουμένην ἄφεσιν ὁ λόγος δηλοῖ. Πάντα δὲ Ἰσραὴλ καλεῖ τοὺς πιστεύοντας, εἴτε ἐξ Ἰουδαίων εἶεν, τὴν φυσικὴν συγγένειαν πρὸς τὸν Ἰσραὴλ ἔχοντες, εἴτε ἐξ ἐθνῶν, κατὰ τὴν τῆς πίστεως συγγένειαν αὐτῷ συναπτόμενοι.