# Interpretatio in xiv epistulas sancti Pauli 82.181

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.181

κηʹ. Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι' ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. Ὅταν εἰς ὑμᾶς ἀποβλέψω, ὧν τὴν διδασκαλίαν ἐνεχειρίσθην, ἐχθροὺς ἐκείνους ὑπολαμβάνω καὶ δυσμενεῖς, πάντα εἰς ὑμετέραν βλάβην ἐργαζομένους. Ὅταν δέ γε εἰς τοὺς προγόνους ἀπίδω, καὶ λογίσωμαι ὡς ἐκείνους ἐξ ἁπάσης τῆς οἰκουμένης ὁ Θεὸς ἐξελέξατο, στέργω δι' ἐκείνους καὶ τούτους. κθʹ. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Ταῦτα πάντα εἰς προτροπὴν λέγει τῶν Ἰουδαίων. Ὅτι γὰρ ἃ δίδωσι ὁ Θεὸς ἀγαθὰ, πάλιν λαμβάνει, ὅταν ἴδῃ τοὺς εἰληφότας ἀχαριστίαν νοσοῦντας, μάρτυς ὁ Σαοὺλ πνευματικῆς χάριτος ἀπολαύσας, εἶτα ταύτης ἔρημος μετὰ ταῦτα γεγενημένος. Καὶ ὁ Σολομὼν δὲ ὡσαύτως, εἰρήνης ἀπολαύσας διὰ τὴν θείαν φιλοτιμίαν, μετὰ τὴν παράβασιν ἐγυμνώθη τῆς χάριτος. Καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι, προφητικῆς ἐπιμελείας διηνεκῶς ἀπολαύσαντες, ἐπὶ τοῦ παρόντος τῆς κηδεμονίας ταύτης ἐστέρηνται. Τοῦτο καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι πρὸ βραχέος ἠπείλησεν. Ἐὰν ἐπιμείνῃς γὰρ, φησὶ, τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. λʹ, λαʹ. Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν. Ἀναμνήσθητε δὲ, ὡς ἅπαντες ἐπὶ πλεῖστον ἠσεβήσατε χρόνον, καὶ οὐκ ἀπέβλεψεν ὁ φιλάνθρωπος Δεσπότης εἰς τὴν μακρὰν ἐκείνην καὶ χαλεπὴν ἀσέβειαν, ἀλλὰ τῆς ἀῤῥήτου φιλανθρωπίας τοὺς βουληθέντας ἠξίωσε, καὶ τούτων ἀπιστησάντων, ὑμᾶς ἀντὶ τούτων ἐκάλεσεν. Οὐδὲν τοίνυν ἀπεικὸς, καὶ τοὺς νῦν ἀντιλέγοντας δεχθῆναι παρὰ τοῦ Θεοῦ πιστεῦσαι θελήσαντας, καὶ τῆς αὐτῆς φιλανθρωπίας τυχεῖν. Τὸ δὲ ἵνα πάλιν κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν. Οὐδὲ γὰρ διὰ τοῦτο ἠπείθησαν, ἵνα ἐλεηθῶσιν· ἀλλ' ἠπείθησαν μὲν διὰ τὸ τῆς διανοίας ἀντίτυπον, ἐλεηθήσονται δὲ μεταμελείᾳ χρησάμενοι. λβʹ. Συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. Τὸ, συνέκλεισεν, ἀντὶ τοῦ, ἤλεγξε, τέθεικεν. Ἤλεγξε δὲ καὶ τὰ ἔθνη, καὶ φυσικὴν εἰληφότα διάγνωσιν, καὶ τὴν κτίσιν ἐσχηκότα θεογνωσίας διδάσκαλον, καὶ μήτε ἐντεῦθεν, μήτε ἐκεῖθεν ὠφέλειαν εἰσδεξάμενα. Ἤλεγξε δὲ καὶ Ἰουδαίους πλείονος μὲν διδασκαλίας τετυχηκότας· πρὸς γὰρ τῇ φύσει, καὶ τῇ κτίσει, καὶ νόμον ἐδέξαντο, καὶ προφήτας τὸ δέον παιδεύοντας· καὶ μείζοσι τιμωρίαις ὑπευθύνους γεγενημένους· ἀλλ' ὅμως καὶ τούτους κἀκείνους πανωλεθρίας ὄντας ἀξίους, τῆς σωτηρίας ἠξίωσε, πιστεῦσαι μόνον θελήσαντας. Ταῦτα διεξελθὼν, καὶ θεασάμενος τῆς θείας φιλανθρωπίας τὴν ἄβυσσον, καὶ τὸ τῆς σοφίας ἀνέφικτον, ἐβόησεν· λγʹ. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
