Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.184
Not analysed yet
Θεοῦ. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς ταῦτα προέγνω, καὶ προγνοὺς σοφῶς ᾠκονόμησε, καὶ οἰκονομῶν τῆς φιλανθρωπίας τὸν πλοῦτον ὑπέδειξεν. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ὑπερβαίνει δὲ τὸν νοῦν τὸν ἀνθρώπινον τῶν θείων οἰκονομιῶν ὁ λόγος, οὐδὲ ταῖς ἀοράτοις δυνάμεσιν ἐφικτὴ τοῦ Θεοῦ τῶν ὅλων ἡ προμήθεια. λδʹ, λεʹ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Τὰ τρία ταῦτα πρὸς τὰ τρία τέθεικε, τὸν πλοῦτον, καὶ τὴν σοφίαν, καὶ τὴν γνῶσιν· τὸ μὲν, Τίς ἔγνω νοῦν Κυρίου, πρὸς τὴν γνῶσιν· τὸ δὲ, Τίς σύμβουλος αὐτοῦ ἐγένετο, πρὸς τὴν σοφίαν· τὸ δὲ, Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ, πρὸς τὸν πλοῦτον. Οὕτω γὰρ ἀμέτρητος ὁ τῆς ἀγαθότητος πλοῦτος, ὅτι καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δέδωκε, καὶ τοῖς γεγονόσι τὸ εὖ εἶναι χαρίζεται· καὶ οὐκ ἀντιδίδωσιν, ἀλλὰ δίδωσι τὰ ἀγαθά. Φιλάνθρωπος δὲ ὢν, ἀντίδοσιν τὴν δόσιν καλεῖ. λϛʹ. Ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Αὐτὸς γὰρ τὰ πάντα πεποίηκεν, αὐτὸς τὰ γεγονότα διατελεῖ κυβερνῶν. Εἰς αὐτὸν ἀφορᾷν ἅπαντας προσήκει, ὑπὲρ μὲν τῶν ὑπαρξάντων χάριν ὁμολογοῦντας, αἰτοῦντας δὲ τὴν ἔπειτα προμήθειαν. Αὐτῷ δὲ χρὴ καὶ τὴν προσήκουσαν ἀναπέμπειν δοξολογίαν. Ἔδειξε δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς οὐκ οἶδε τῆς ἐξ οὗ καὶ τῆς δι' οὗ προθέσεως διαφορὰν, καὶ τὴν μὲν, ὡς μεῖζόν τι σημαίνουσαν, προσήκουσαν τῷ Πατρί· τὴν δὲ, ὡς ἔλαττόν τι διδάσκουσαν, ἁρμόττουσαν τῷ Υἱῷ. Ἀμφοτέρας γὰρ ἐφ' ἑνὸς προσώπου τέθεικεν. Ὅπερ εἴτε τοῦ Πατρὸς εἴποιεν εἶναι οἱ τὰ Ἀρείου φρονοῦντες καὶ Εὐνομίου, εὑρήσουσι τῇ ἐξ οὗ καὶ τὴν δι' οὗ συζευγνυμένην· εἴτε τῷ Υἱῷ προσαρμόσαιεν, ὄψονται τῇ δι' οὗ καὶ τὴν ἐξ οὗ συνημμένην. Εἰ δὲ ἡ μὲν ἐξ οὗ μεῖζόν τι σημαίνει, ἡ δὲ δι' οὗ τὸ ἔλαττον, ἀμφότεραι δὲ ἐφ' ἑνὸς κεῖνται προσώπου· ὁ αὐτὸς ἄρα ἑαυτοῦ μείζων μὲν διὰ τὴν ἐξ οὗ, ἐλάττων δὲ διὰ τῆς δι' οὗ εἰκότως ἂν νοηθῇ. Ἡμεῖς δὲ τούτους ἐπὶ τοῦ παρόντος καταλιπόντες, τὸν ἡμέτερον Δημιουργόν τε καὶ Σωτῆρα δοξάσωμεν· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ. Τὸ μὲν κεφάλαιον τῶν ἀγαθῶν, καὶ ἡ κρηπὶς ἡ ἀληθὴς, ἡ περὶ τῆς θείας φύσεως γνῶσις, καὶ ἡ περὶ ταύτην πίστις τε καὶ διάθεσις. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο τῇ ψυχῇ πίστις, καὶ τῶν θείων ἡ γνῶσις. Δεῖται δὲ ὅμως αὕτη τῆς πρακτικῆς ἀρετῆς, καθάπερ ὁ ὀφθαλμὸς χειρῶν, καὶ ποδῶν, καὶ τῶν ἄλλων μορίων τοῦ σώματος. Τούτου δὲ χάριν ὁ θεῖος Ἀπόστολος τοῖς δογματικοῖς λόγοις καὶ τὴν ἠθικὴν διδασκαλίαν προστέθεικε, τὴν τελεω-