# Interpretatio in xiv epistulas sancti Pauli 82.185

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.185

τάτην κατασκευάζων ἐν ἡμῖν ἀρετήν. Διὰ γὰρ δὴ Ῥωμαίων πᾶσιν ἀνθρώποις τὴν ὠφέλειαν προσήνεγκεν. Ἄρχεται δὲ οὕτως· ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Νόμους τίθησι, καὶ κρύπτει τὴν ἐξουσίαν, καὶ μεθ' ἱκετηρίας τὴν διδασκαλίαν προσφέρει, καὶ τῆς θείας φιλανθρωπίας ἀναμιμνήσκει, περὶ ἧς ἐν τοῖς πρόσθεν μακροὺς ἀπέτεινε λόγους. Τί δὲ παρακαλεῖς; Παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Καὶ ἤδη προέτρεψεν ὅπλα δικαιοσύνης ἀποφῆναι τὰ μέλη, καὶ παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας. Ἐνταῦθα δὲ καὶ θυσίαν γενέσθαι ταῦτα παρακαλεῖ, καὶ ζῶσαν τὴν θυσίαν καλεῖ. Οὐ γὰρ σφαγῆναι κελεύει τὰ σώματα, ἀλλ' εἶναι τῇ ἁμαρτίᾳ νεκρὰ, καὶ μηδεμίαν ἐκείνης ἐνέργειαν δέχεσθαι. Ἁγίαν δὲ, καὶ λογικὴν, καὶ εὐάρεστον τὴν θυσίαν ταύτην ὠνόμασε, ταῖς τῶν ἀλόγων ἱερουργίαις παρεξετάζων, καὶ δεικνὺς ταύτῃ τὸν Δεσπότην Θεὸν ἀρεσκόμενον. Διὰ πάντων γὰρ, ὡς ἔπος εἰπεῖν τῶν προφητῶν, ταῖς μὲν τῶν ἀλόγων ἐπιμέμφεται θυσίαις, ταύτην δέ γε νομοθετεῖ. «Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως·» καί «Θυσία αἰνέσεως δοξάσει με.» Καὶ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. βʹ. Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ. Σχήματα μὲν καλεῖ τὰ τοῦ παρόντος αἰῶνος, οἷον πλοῦτον καὶ δυναστείαν, καὶ τὴν ἄλλην περιφάνειαν· πράγματα δὲ τὰ μέλλοντα, ὡς μόνιμα ὄντα καὶ διαρκῆ. Οὕτω καὶ ἀλλαχοῦ· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Πολλοὶ γὰρ ἐξ εὐπορίας ἄκρας εἰς πενίαν ἐσχάτην μετέπεσαν· ἄλλοι δὲ ἐκ πενήτων φύντες, τὰς μεγάλας ἀρχὰς ἐπιστεύθησαν· καὶ ἕτεροι τὰς ὀφρῦς ἀνασπῶντες, καὶ τὰς γνάθους φυσῶντες, καὶ πάντων εἶναι κρείττους ὑπολαμβάνοντες, ἐξαπίνης ἀναρπασθέντες κόνις δυσώδης ἐγένοντο. Βούλεται τοίνυν ἡμᾶς ὁ θεῖος Ἀπόστολος μὴ περὶ ταῦτα κεχηνέναι, μηδὲ στέργειν τοῦδε τοῦ βίου τὸ σχῆμα· ἀλλ' ἐκεῖνα μετιέναι, ἃ προξενεῖ τὴν ζωὴν τὴν αἰώνιον. Ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον. Ἐνταῦθα καὶ τοὺς ἐπὶ τὸ χεῖρον ῥέποντας ἐπανελθεῖν ἐπὶ τὰ κρείττω παρακαλεῖ· τοῦτο γὰρ δηλοῖ τὸ, μεταμορφοῦσθε. Ἐδίδασκε δὲ καὶ ὅσον πρὸς τὰ παρόντα τῆς ἀρετῆς τὸ διάφορον. Ταῦτα γὰρ ἐκάλεσε σχῆμα, τὴν ἀρετὴν δὲ μορφήν. Ἡ μορφὴ δὲ ἀληθῶν πραγμάτων σημαντικὴ, τὸ δὲ σχῆμα εὐδιάλυτον χρῆμα. Ἔδειξε δὲ καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον, καὶ νεουργεῖν αὐτῇ κελεύσας τὸν λογισμὸν, καὶ διακρίνειν ἀπὸ τῶν χειρόνων τὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
