Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.188
Not analysed yet
κρείττω. Ταῦτα γὰρ ἔφη τὸν Θεὸν θεραπεύειν. Διδάσκει δὲ καὶ τίνα ταῦτα· καὶ πρὸ τῶν ἄλλων ἁπάντων ἐξορίζει τὸν τῦφον, καὶ τὴν ταπεινοφροσύνην νομοθετεῖ. γʹ. Λέγω γὰρ, φησὶ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. Καὶ οὐδὲ αὐτὸς ταῦτα λέγει νομοθετεῖν, ἀλλὰ δι' αὐτοῦ τὴν χάριν τοῦ Πνεύματος. Ὄργανον γὰρ, φησὶν, ἐκείνης ἐγώ. Σωφροσύνην δὲ ἐνταῦθα τὴν τῶν φρενῶν ὑγείαν ἐκάλεσε, διδάσκων ὡς ἡ ὑπερηφάνεια νόσος φρενῶν. Τὸν οἰκεῖον μέντοι Δεσπότην ἐζήλωσε. Καὶ γὰρ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοὺς τὴν ταπεινοφροσύνην κεκτημένους ἐμακάρισε πρώτους. «Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Πᾶσι δὲ ταῦτα νομοθετεῖ, καὶ πλουσίοις καὶ πένησι, καὶ δούλοις καὶ δεσπόταις, καὶ ἀνδράσι καὶ γυναιξί. Τοῦτο γὰρ δηλοῖ τὸ, παντὶ τῷ ὄντι ἐν ὑμῖν. Δίδωσι δὲ καὶ τὰ τοῦ φρονήματος μέτρα. Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Τὴν χάριν ἐνταῦθα πίστιν ἐκάλεσε. Διὰ γὰρ πίστεως ἡ τῆς χάριτος δόσις, καὶ πρὸς τὸ μέτρον τῆς πίστεως χορηγεῖται τὰ δῶρα τῆς χάριτος. Κελεύει δὲ τῇ δοθείσῃ χάριτι μετρεῖν τὸ φρόνημα τῆς ψυχῆς. δʹ, εʹ. Καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς ἀλλήλων μέλη. Πρόσφορος ἡ εἰκὼν τῇ περὶ τῆς ἀγάπης διδασκαλίᾳ. Καὶ γὰρ ἕκαστον τῶν μορίων τοῦ σώματος οὐχ ἑαυτῷ μόνον χρήσιμον, ἀλλὰ τῷ κοινῷ προσφέρει τὴν ὠφέλειαν. Οὕτω τοίνυν προσήκει τὸν χάριτός τινος ἄνωθεν ἀπολαύσαντα εἰδέναι σαφῶς, ὡς τῆς κοινῆς χρείας ἕνεκα τὸ δῶρον τοῦτο ἐδέξατο. Σῶμα γὰρ ἓν οἱ πιστεύσαντες, μέλους δὲ χρείαν ἕκαστος ἡμῶν πληροῖ. ϛʹ. Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. Οὕτω νοητέον· Μέλη ἐσμὲν ἀλλήλων, ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. Εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ' οὖν εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηνται χάριτος. Εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, (ζʹ.) εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει. Τῇ ἑκάστου πίστει μετρεῖ τὴν χάριν ὁ τῶν ἀγαθῶν χορηγός. Καλεῖ δὲ προφητείαν, οὐ μόνον τῶν ἐσομένων τὴν πρόγνωσιν, ἀλλὰ καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν· διακονίαν δὲ, τὴν τοῦ κηρύγματος λειτουργίαν· διδασκαλίαν, τῶν θείων δογμάτων τὴν μάθησιν· παράκλησιν, τὴν ἐπὶ τὴν