# Interpretatio in xiv epistulas sancti Pauli 82.189

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.189

ἀρετὴν προτροπήν. Ὁ μεταδιδοὺς ἐν ἁπλότητι. Μὴ τὴν τῶν ἄλλων θηρώμενος δόξαν, ἀλλὰ τὴν χρείαν τοῦ δεομένου πληρῶν· μηδὲ λογισμοῖς κεχρημένος, εἴτε ἀπόχρη τὰ ὄντα, εἴτε καὶ μή· ἀλλὰ τῷ Θεῷ θαῤῥῶν, καὶ φιλοτίμως τὴν χορηγίαν ποιούμενος. ηʹ, θʹ. Ὁ προϊστάμενος ἐν σπουδῇ· ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος. Μετ' ἐπιτάσεως πάντα νομοθετεῖ, καὶ τὴν μὲν κηδεμονίαν σπουδαίαν εἶναι κελεύει, ὥστε μὴ ὄνομα εἶναι πράγματος ἔρημον· τῇ δὲ εὐποιίᾳ τὴν εὐφροσύνην συντάττει, τῆς μεταδόσεως ὑποφαίνων τὸ κέρδος· χαίρειν γὰρ εἰώθασιν οἱ κερδαίνοντες. Τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη· «Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.» Καὶ τὴν ἀγάπην δὲ γνησίαν εἶναι παρεγγυᾷ, καὶ τῆς ὑποκρίσεως τὸ προσωπεῖον ἐκβάλλει. Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. Πάλιν οὐχ ἁπλῶς εἶπε, τὸ μὲν φεύγειν, τὸ δὲ μεταδιώκειν· ἀλλὰ τὴν μὲν πονηρίαν ἄγαν μισεῖν παρηγγύησε, τῇ δὲ τῶν ἀγαθῶν ἐργασίᾳ συνῆφθαι λίαν προσέταξεν, οἷόν τινι κόλλῃ τῇ διαθέσει χρωμένους. ιʹ. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι. Θερμὴν ἔχετε καὶ ἀδελφοῖς πρέπουσαν τὴν περὶ ἀλλήλους διάθεσιν· παραχωρείτω δὲ ἕκαστος τῶν πρωτείων τῷ πέλας. Τοῦτο γὰρ τῆς ἀληθοῦς φιλοστοργίας τεκμήριον. ιαʹ. Τῇ σπουδῇ μὴ ὀκνηροί. Ἀκραιφνῆ δεικνύντες τὴν περὶ τὰ καλὰ προθυμίαν, καὶ τὸν ὄκνον παντελῶς ἀπελαύνοντες. Τῷ πνεύματι ζέοντες. — Πνεῦμα τὸ χάρισμα προσηγόρευσεν. Ὕλην δὲ τούτῳ προσφέρειν, καθάπερ ξύλα πυρὶ, τὴν προθυμίαν ἐκέλευσε. Τοῦτο δὲ καὶ ἑτέρωθι λέγει· «Τὸ Πνεῦμα μὴ σβέννυτε.» Σβέννυται δὲ τὸ Πνεῦμα τοῖς ἀναξίοις τῆς χάριτος. Οὐκ ἔχοντες γὰρ καθαρὸν τῆς διανοίας τὸ ὄμμα, τὴν αἴγλην ἐκείνην οὐ δέχονται. Οὕτω καὶ τοῖς τὸ σῶμα τυφλώττουσι σκότος ἐστὶ καὶ τὸ φῶς, καὶ ἐν μεσημβρίᾳ μέσῃ τῷ ζόφῳ δουλεύουσι. Διὰ τοῦτο ζέειν ἡμᾶς κελεύει τῷ πνεύματι, καὶ θερμὸν ἔχειν περὶ τὰ θεῖα τὸν πόθον. Τοῦτο γὰρ ἐπήγαγε· Τῷ Κυρίῳ δουλεύοντες, (ιβʹ.) τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες. Ὁ γὰρ τῷ πνεύματι ζέων, καὶ προθύμως τῷ Δεσπότῃ δουλεύει, καὶ προσμένει τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τῶν προσπιπτόντων περιγίνεται πειρασμῶν, ταῖς τούτων προσβολαῖς τὴν ὑπομονὴν ἀντιτάττων, καὶ τὴν θείαν χάριν διηνεκῶς εἰς συμμαχίαν καλῶν. Τοῦτο γὰρ εἶπε, τῇ προσευχῇ προσκαρτεροῦντες, τουτέστι, διηνεκῶς τοῦτο δρῶντες. ιγʹ. Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. Τῇ μνήμῃ τῆς κοινωνίας εἰς φιλοτιμίαν προτρέπει. Τίς γὰρ οὐχ αἱρεῖται μεταδοῦναι χρημάτων, καὶ κοινω-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
