Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.192
Not analysed yet
νὸς γενέσθαι κατορθωμάτων; Τοῦτο γὰρ καὶ Κορινθίοις ἐπιστέλλων ἔφη· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα.» Τὴν φιλοξενίαν διώκοντες. —Ξένους οὐ τοὺς ἁγίους μόνους καλεῖ, ἀλλὰ καὶ τοὺς ἑτέρωθεν μέν ποθεν ἀφιγμένους, θεραπείας δὲ δεομένους, ὧν ἐπιμελεῖσθαι κελεύει. ιδʹ. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Δεσποτικὸς οὗτος ὁ νόμος. Τοῖς γὰρ θείοις αὐτὸν ἀποστόλοις ὁ Δεσπότης προσήνεγκε. ιεʹ, ιϛʹ. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Κοινωνεῖτε ἀλλήλοις, καὶ τῶν λυπηρῶν καὶ τῶν ἐναντίων· τὸ μὲν γὰρ συμπαθείας, τὸ δὲ φιλίας οὐκ ἐχούσης τοῦ φθόνου τὸν μῶμον. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Πάλιν ἐξορίζει τῆς ὑπερηφανείας τὸ φύσημα, καὶ τοῖς δοκοῦσι ταπεινοῖς συγκατιέναι νομοθετεῖ. Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς. Ἀντὶ τοῦ, Μὴ ταῖς οἰκείαις ἀρκεῖσθε βουλαῖς, ἀλλὰ τὰς παρ' ἑτέρων δέχεσθε συμβουλάς. ιζʹ. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Καὶ τοῦτο τῆς τελεωτάτης ἀρετῆς καὶ ἀπαθείας ἐγγὺς τὸ κατόρθωμα. Προνοούμενοι καλὰ ἐνώπιον πάντων. Οὕτω καὶ ἀλλαχοῦ· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» ιηʹ. Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Μετὰ ἀκριβείας ἡ προσθήκη, καὶ τὸ, εἰ δυνατὸν, καὶ τὸ, ἐξ ὑμῶν. Μηδὲν, φησὶ, παρ' ὑμᾶς γινέσθω, ἀλλὰ πᾶσαν ὑπὲρ τῆς εἰρήνης προσφέρετε μηχανήν. Καὶ τοῦτο δὲ τοῖς προειρημένοις ἀκόλουθον. Ὁ γὰρ εὐλογῶν τὸν διώκοντα, καὶ μὴ ἀμυνόμενος τὸν ἀδικοῦντα, ποίαν δυσμένειαν ἀναδέχεται; ιθʹ, κʹ. Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τὸν κριτὴν ὑποδείξας, καὶ τὴν δικαίαν αὐτοῦ ψῆφον γυμνώσας (τοῦτο γὰρ δηλοῖ τό· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος), τὰς ἐπιφερομένας ἀδικίας φέρειν κελεύει γενναίως, καὶ τοῖς ἐναντίοις τοὺς ἀδικοῦντας ἀμείβεσθαι, καὶ τὰς χρείας τοῖς δυσμενέσι παρέχειν. Ταῦτα γὰρ τοῖς μὲν φιλοσοφοῦσι τοὺς στεφάνους ὑφαίνει, τῶν δέ γε ἀδικούντων αὔξει τὴν τιμωρίαν. Εἰδέναι μέντοι χρὴ, ὡς οὐκ ἐπὶ τούτῳ θεραπεύειν προσήκει τοὺς δυσμενεῖς, ἵνα μείζους ἐκεῖνοι τίσωσι δίκας. Ὁ γὰρ θεῖος Ἀπόστολος ταῦτα προστέθεικε, σβέσαι τοῦ ἀδικουμένου βουλόμενος