# Interpretatio in xiv epistulas sancti Pauli 82.193

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.193

τὸν θυμὸν, οὐ τῷ ἀγαθῷ τὸ κακὸν αὐξῆσαι πειρώμενος. Ὅτι γὰρ φιλοσοφεῖν κελεύει, καὶ τὰ ἑξῆς διδάσκει. καʹ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τὸ μὲν γὰρ ἀμύνεσθαι, τὴν ἧτταν σημαίνει· νίκη δὲ προφανὴς, τὸ τοῖς ἀγαθοῖς ἀμείβεσθαι τὰ κακά. Οὕτω διὰ τούτων τὸ ἦθος παιδεύσας, παρακελεύεται καὶ τοῖς ἄρχουσι τὴν προσήκουσαν ἀπονέμειν τιμήν. Προῄδει γὰρ, ἅτε δὴ τοῦ παναγίου Πνεύματος πλουσίως τὴν χάριν δεξάμενος, ὥς τινες, τύφῳ μᾶλλον ἢ ζήλῳ κεχρημένοι, τῶν βιωτικῶν ἀρχόντων καταφρονήσουσι, μείζους ἑαυτοὺς διὰ τὴν γνῶσιν ὑπολαμβάνοντες· ἄλλως τε καὶ τὴν καταχυθεῖσαν αὐτῶν δόξαν ἀποτριβόμενος, τοῦτο ποιεῖ. Διεβάλλοντο γὰρ, ὡς τοὺς κοινοὺς ἀνατρέποντες νόμους. Καὶ οἱ μὲν ἔλεγον· Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισιν· οἱ δὲ, ὅτι ἕτερα ἔθη εἰσάγουσι. Προὔργου τοίνυν ἐνόμισε καὶ περὶ τούτου νομοθετῆσαι. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. αʹ. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Εἴτε ἱερεύς τίς ἐστιν, εἴτε ἀρχιερεὺς, εἴτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, τοῖς τὰς ἀρχὰς πεπιστευμένοις εἰκέτω. Πρόδηλον εἰ μετ' εὐσεβείας· οὐ γὰρ ἡ ἐναντίωσις τῶν ἐντολῶν τοῦ Θεοῦ ὑπείκειν συγχωρεῖ τοῖς ἄρχουσιν. Οὐ γὰρ ἔστιν ἐξουσία, εἰ μὴ ἀπὸ Θεοῦ. Αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσί. Καὶ ταῦτα τῆς τοῦ Θεοῦ προμηθείας ἐξήρτηται. Αὐτὸς γὰρ τῆς κοινῆς προμηθούμενος εὐταξίας, τοὺς μὲν ἄρχειν, καὶ ἄρχεσθαι ᾠκονόμησεν, οἷόν τινα χαλινὸν τοῖς ἀδικοῦσι τῶν ἀρχόντων τὸ δέος περιτιθείς. Ἰστέον μέντοι, ὡς τὸ ἄρχειν καὶ ἄρχεσθαι τῆς τοῦ Θεοῦ προμηθείας ἐξήρτησεν ὁ θεῖος Ἀπόστολος, οὐ τὸ τὸν δεῖνα, ἢ τὸν δεῖνα ἄρχειν. Οὐ γὰρ τοῦ Θεοῦ χειροτονίᾳ τῶν ἀδίκων ἡ ἐξουσία, ἀλλ' αὐτὴν ἡ τῆς ἡγεμονίας οἰκονομία. Εὐμενὴς μέντοι ὢν, δίδωσιν ἄρχοντας τιμῶντας τὸ δίκαιον. «Δώσω γὰρ αὐτοῖς, φησὶ, ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσι αὐτοὺς ποιμαίνοντες μετ' ἐπιστήμης.» Καὶ πάλιν· «Δώσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου, ὡς τὸ ἀπαρχῆς.» Παιδεῦσαι δὲ πλημμελοῦντας βουλόμενος, καὶ παρὰ πονηρῶν ἀρχόντων ἄρχεσθαι συγχωρεῖ. «Ἐπιστήσω γὰρ, φησὶ, νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας ἐπανελθεῖν καιρός. βʹ. Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν. Ἱκανῶς ἐδεδίξατο. Οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Τουτέστιν, ὑπεύθυνοι τιμωριῶν γενήσονται. Εἶτα διδάσκει καὶ τῆς ἡγεμονίας τὴν χρείαν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
