Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.196
Not analysed yet
γʹ. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Τοὺς γὰρ πονηρίᾳ συζῶντας κολάζουσι. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. (δʹ.) Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Αἰδοῦς αὐτὸν ἀπέφηνεν ἄξιον, Θεοῦ προσαγορεύσας διάκονον. Προέτρεψε δὲ καὶ ἐπὶ τὴν πρᾶξιν τῶν ἀγαθῶν, φήσας εἶναι τοὺς ἄρχοντας ἐπαινέτας τῶν ἀγαθῶν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, εἰς ὀργὴν ἔκδικος τῷ τὸ κακὸν πράσσοντι. Εἰ τῶν ἀγαθῶν ἐρᾷς, τίμα τὴν ἐξουσίαν, ὡς ταῦτα νομοθετοῦσαν· εἰ δὲ τἀναντία μετέρχῃ, δέδιθι ταύτης τὴν ψῆφον· ἐπὶ τιμωρίᾳ γὰρ τῶν πονηρῶν θεόθεν κεχειροτόνηται. εʹ. Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. —Ὀργὴν τὴν τιμωρίαν καλεῖ. Δι' ἀμφότερα δὲ ὑποτετάχθαι κελεύει, διά τε τὸ δέος τῆς τιμωρίας, καὶ διὰ τὸ πληροῦν τὰ προσήκοντα· τοῦτο γὰρ συνείδησιν προσηγόρευσε. ϛʹ. Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. Σὺ γὰρ καθεύδεις, κἀκεῖνος τὴν κοινὴν περιφέρει φροντίδα· καὶ σὺ μὲν οἴκοι κάθησαι, ἐκεῖνος δὲ τὸν ὑπὲρ τῆς εἰρήνης ἀναδέχεται πόλεμον. ζʹ. Ἀπόδοτε τοίνυν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιμὴν, τὴν τιμήν. —Φόρον καλεῖ, τὴν ὑπὲρ τῆς γῆς εἰσφοράν· τέλος δὲ, τὴν ὑπὲρ ἐμπορίας συντέλειαν· ὀφλήματα δὲ, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὸν φόβον, καὶ τὴν τιμὴν ὀνομάζει. Ταῦτα γὰρ τοῖς ἄρχουσι παρὰ τῶν ἀρχομένων ὀφείλεται. ηʹ. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Οὐχ ἵνα μὴ ἐκτίνωμεν τῆς ἀγάπης τὸ χρέος (τοῦτο γὰρ ἐκτίνειν προσήκει πρὸ τῶν ἄλλων ἁπάντων), ἀλλ' ἵνα αὔξωμεν τῇ ἐκτίσει. Ἡ γὰρ ἀπόδοσις πολυπλασιάζει τὸ χρέος· θερμοτέραν γὰρ τὴν ἀγάπην ποιεῖ. Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Πῶς καὶ τίνα τρόπον; θʹ. Τὸ γάρ· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ γὰρ εὖ περί τινα διακείμενος, οὐκ ἀναιρεῖ ὃν φιλεῖ, οὐ μοιχεύει τὴν τούτου γυναῖκα, οὐκ ἀφαιρεῖταί τι τῶν προσηκόντων τῷ φιλουμένῳ, οὐδ' ἄλλο τι δρᾷ, ὃ λύπην ἐκείνῳ γεννᾷ. Τοῦτο γὰρ ἐπήγαγεν· ιʹ. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Εἶτα συλλογιστικῶς· Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. Οὕτω καὶ ὁ Κύριος, ἐρωτηθεὶς ποία ἐντολὴ πρώτη, καὶ τὴν πρώτην εἶπε, καὶ τὴν δευτέραν συνῆψεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ