# Interpretatio in xiv epistulas sancti Pauli 82.197

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.197

τὸν πλησίον σου ὡς σεαυτόν.» Καὶ δείκνυσιν, ἐν μὲν τῇ πρώτῃ τὴν θεωρητικὴν ἀρετὴν κατορθουμένην· ἐν δέ γε τῇ δευτέρᾳ τὴν πρακτικήν. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος· Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. Εἶτα ἐπάγει· ιαʹ. Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι. Ἀντὶ τοῦ, καὶ μάλιστα ὅτι ὁ καιρὸς οὐχ ὕπνου, ἀλλ' ἐγρηγόρσεως. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Καθ' ἑκάστην γὰρ ἡμέραν πλησιαίτεροι τῆς Δεσποτικῆς γινόμεθα παρουσίας. ιβʹ. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. —Νύκτα καλεῖ τὸν τῆς ἀγνοίας καιρὸν, ἡμέραν δὲ τὸν μετὰ τὴν παρουσίαν τοῦ Δεσπότου χρόνον. Ἀνατείλας γὰρ τῆς δικαιοσύνης ὁ ἥλιος ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Σκότος καλεῖ τὴν ἄγνοιαν, ἔργα δὲ τοῦ σκότους τὰς παρανόμους πράξεις· καὶ φῶς μὲν ὀνομάζει τὴν γνῶσιν, ὅπλα δὲ φωτὸς τῶν ἀγαθῶν τὴν ἐνέργειαν. ιγʹ. Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. Ἀπὸ τῶν σωματικῶν δείκνυσι τὰ πνευματικά. Καὶ γὰρ οἱ τὸν παράνομον ἀσπαζόμενοι βίον, ἐκεῖνα ἐν νυκτὶ δρῶντες, μεθ' ἡμέραν τὸ τῆς εὐκοσμίας περιτίθενται σχῆμα. Βούλεται τοίνυν, ὡς τῆς νυκτὸς διελθούσης, καὶ τῆς ἀγνοίας ληξάσης, ἀπηλλάχθαι κακῶν. Διδάσκει δὲ καὶ τίνα ταῦτα. Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. Κωμάζειν τινὲς εἰώθασιν ἐν συμποσίοις, καὶ αἰσχροῖς ᾄσμασι καταμολύνειν τὴν γλῶτταν· ἡ μέθη δὲ τούτων πρόξενος, καὶ μέντοι καὶ ἀσελγείας αὕτη μήτηρ, καὶ ἔριδος καὶ φιλονεικίας διδάσκαλος. ιδʹ. Ἀλλ' ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν· οὐχ ἵνα ἄλλο δέξωνται βάπτισμα, ἀλλ' ἵνα ὃ περίκεινται ἱμάτιον ἴδωσι. Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ἐνταῦθα καὶ τῶν τῆς σαρκὸς κατηγορούντων αἱρετικῶν ἐμφράττει τὰ στόματα. Οὐ γὰρ ἀπηγόρευσε τὴν τοῦ σώματος ἐπιμέλειαν, ἀλλὰ τὴν τρυφὴν καὶ τὴν ἀκρασίαν ἐξέβαλεν. Οὐ γὰρ εἶπε· Μὴ ποιεῖσθε τῆς σαρκὸς πρόνοιαν, ἀλλ', Εἰς ἐπιθυμίας μὴ ποιεῖσθε· ἀντὶ τοῦ, Μὴ σκιρτᾷν αὐτὴν παρασκευάζετε διὰ τῆς τρυφῆς. Ταῦτα πάλιν περὶ τῆς πρακτικῆς διελθὼν ἀρετῆς, εἰς τοὺς δογματικοὺς αὖθις ἐπανελήλυθε λόγους. Χρὴ δὲ πρότερον εἰπεῖν τὸν τῆς ἀποστολικῆς διδασκαλίας σκοπὸν, ἵν' εὐσύνοπτος γένηται ἡ τῶν ῥητῶν ἑρμηνεία. Οἱ ἐξ ἐθνῶν πεπιστευκότες τὴν εὐαγγελικὴν πολιτείαν ἠσπάζοντο. Πολλοὶ δὲ τῶν ἐξ Ἰουδαίων τῷ εὐαγγελικῷ προσεληλυθότων κηρύγματι, ταῖς νομικαῖς ἐδούλευον διατάξεσι, καὶ τῶν ἡμερῶν τὴν παραφυλακὴν ἀσπαζόμενοι, καὶ τροφῆς μεταλαγχάνοντες, ἣν ὁ νόμος ἐκέλευσεν. Ἐντεῦθεν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
