# Interpretatio in xiv epistulas sancti Pauli 82.200

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.200

ἔρις ἐφύετο, καὶ δὴ καὶ μάχη· καὶ τούτων κατακρινόντων τοὺς ἐξ ἐθνῶν ἐπὶ τῇ ἀδιαφόρῳ μεταλήψει τῶν ἐδωδίμων, κἀκείνων τούτους διαπτυόντων διὰ τὴν ἄκραν τοῦ νόμου καὶ περιττὴν φυλακήν. Ταῦτα τοίνυν ἰώμενος ὁ θεῖος Ἀπόστολος, τὴν προσήκουσαν ἑκατέρῳ μέρει προσφέρει παραίνεσιν. Πρῶτον δέ γε τοὺς ἐξ ἐθνῶν εἰς φιλαδελφίαν προτρέπει. ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. αʹ. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις λογισμῶν. Ἀσθενοῦντα δὲ τὸν ταῖς νομικαῖς παρατηρήσεσι δεδουλωμένον καλεῖ. βʹ. Ὃς μὲν πιστεύει φαγεῖν πάντα. Τουτέστιν, ὁ ἐξ ἐθνῶν πεπιστευκώς. Ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Τινές φασιν, ὡς αἰσχυνόμενοι τοὺς ἐξ ἐθνῶν οἱ ἐξ Ἰουδαίων, οὐ μόνον τῶν ὑείων κρεῶν, ἀλλὰ καὶ τῆς ἄλλης κρεοφαγίας ἀπείχοντο, ἄσκησιν σκηπτόμενοι καὶ ἐγκράτειαν. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἔφη· Ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Οὐκ ἔχων γὰρ τελείαν τὴν πίστιν, μολύνεσθαι· διὰ τῆσδε τῆς βρώσεως ὑπελάμβανεν. γʹ. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω. Διέπτυον γὰρ τοὺς ἐξ Ἰουδαίων οἱ ἐξ ἐθνῶν, ὡς εἰλικρινῆ πίστιν οὐκ ἔχοντας, καὶ διὰ τοῦτο τῆς τοιᾶσδε τροφῆς μεταλαχεῖν οὐκ ἐθέλοντας. Καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Καὶ οἱ ἐξ Ἰουδαίων μέντοι τοὺς ἐξ ἐθνῶν κατέκρινον, παρανομίαν νομίζοντες τὴν ἀδιάφορον τῶν ἐδωδίμων ἀπόλαυσιν. Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· τουτέστι τὸν ἐθνικόν. Καὶ ἐπιμένει πρὸς τὸν Ἰουδαῖον ἀποτεινόμενος. δʹ. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει, ἢ πίπτει. Πᾶς οἰκέτης, καὶ ζῶν τοῦ οἰκείου δεσπότου κέρδος ἐστὶ, καὶ τελευτήσας πάλιν αὐτῷ προξενεῖ τὴν ζημίαν. Καὶ τοῦτον τοίνυν ὁ τῶν ὅλων ἐπρίατο Κύριος, τὸ οἰκεῖον αἷμα τιμὴν δεδωκώς. Καὶ ἐπειδὴ εἶπε, Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει, ἀναγκαίως ἐπήγαγε· Σταθήσεται δέ. Καὶ κυροῖ τὸν λόγον τῇ τοῦ Θεοῦ δυνάμει. Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. Ταῦτα περὶ τῶν ἐδεσμάτων εἰπὼν, εἰς τὰς ἡμέρας μεταφέρει τὸν λόγον. εʹ. Ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Οἱ μὲν γὰρ διηνεκῶς ἀπείχοντο τῶν ἀπηγορευμένων ὑπὸ τοῦ νόμου βρωμάτων, οἱ δὲ ἐνίας ἡμέρας. Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Οὐ καθολικῶς τοῦτο τέθεικεν· οὐδὲ γὰρ περὶ τῶν θείων δογμάτων τοῦτο κελεύει φρονεῖν. Ἀναθεματίζει γὰρ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἀνεχομένους. «Εἴ τις γὰρ, φησὶν, ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Περὶ μόνων τοίνυν τῶν ἐδεσμάτων τῇ ἑκάστου διανοίᾳ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
