Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.201
Not analysed yet
τὴν ἐξουσίαν ἀπένειμε. Τοῦτο γάρ τοι καὶ μέχρι τοῦ παρόντος ἐν ταῖς Ἐκκλησίαις τὸ ἔθος μεμένηκε· καὶ ὁ μὲν ἀσπάζεται τὴν ἐγκράτειαν, ὁ δὲ πάντων ἀδεῶς μεταλαμβάνει τῶν ἐδωδίμων· καὶ οὔτε οὗτος ἐκεῖνον κρίνει, οὔτε ἐκεῖνος ἐπιμέμφεται τούτῳ, ἀλλὰ τῷ νόμῳ τῆς ὁμονοίας λαμπρύνονται. ϛʹ. Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ· καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Συγκαταβατικῶς ταῦτα λέγει, τὴν συμφωνίαν τῇ Ἐκκλησίᾳ πραγματευόμενος. Οἶδε, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν τῶν ἐσθιόντων καὶ τὸν τῶν οὐκ ἐσθιόντων σκοπόν· καὶ οὐ τῷ ἔργῳ μόνῳ προσέχει, ἀλλὰ καὶ τὴν τοῦ γινομένου διάνοιαν ἐξετάζει. ζʹ, ηʹ. Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἡμῶν ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Οὐκ ἐσμὲν ἑαυτῶν κύριοι, τιμῆς ἠγοράσθημεν. Καὶ ζῶντες οὖν τοῦ Κυρίου ἐσμὲν, καὶ ἀποθνήσκοντες τοῦ Κυρίου ἐσμέν. Ἀντὶ τοῦ· Οὔτε σὺ ἐκείνου δεσπόζεις, οὔτε ἐκεῖνος σοῦ· ἕνα γὰρ πάντες ἔχομεν Κύριον. θʹ. Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε, καὶ ἀνέστη, καὶ ἀνέζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἐκεῖνός ἐστιν ὁ πάντων Δεσπότης, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θανάτῳ, ὁ καταλύσας τοῦ θανάτου τὸ κράτος, καὶ πᾶσιν ἡμῖν ἐπαγγειλάμενος τὴν ἀνάστασιν. Αὐτῷ τοίνυν ὑποκείμεθα, ὡς παρ' αὐτοῦ δεξάμενοι τὴν ζωήν. ιʹ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Τῷ Ἰουδαίῳ ταῦτα λέγει. Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Εἶτα καὶ βεβαιοῖ τὸν λόγον Γραφικῇ μαρτυρίᾳ. Γέγραπται γάρ· (ιαʹ.) Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἐκεῖνος ἡμῶν κριτὴς, ἐκεῖνος ἡμῶν δικαστὴς, ἐκείνῳ τῷ βήματι παραστῆναι ἡμᾶς ἀνάγκη. Ἡ μέντοι προφητικὴ μαρτυρία τῆς τοῦ Μονογενοῦς θεότητος διδάσκει τὸ ὕψος. Εἰρηκὼς γὰρ διὰ τοῦ Προφήτου· «Ἐγὼ Θεὸς προαιώνιος, καὶ ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· καί· «Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι·» καί «Δίκαιος καὶ σωτὴρ οὐκ ἔστι παρὲξ ἐμοῦ·» τότε ἐπήγαγε· «Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.» Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ιβʹ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Ἐπειδὴ τὸ Δεσποτικὸν ὑπέδειξε δι-