# Interpretatio in xiv epistulas sancti Pauli 82.204

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.204

καστήριον, ἀναγκαίως παρῄνεσε μὴ ἀλλήλους κρίνειν, ἀλλ' ἐκείνην ἀναμένειν τὴν ψῆφον. Τοῦτο γὰρ πάλιν ἐπήγαγε· ιγʹ. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα ἢ σκάνδαλον τῷ ἀδελφῷ. Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν ἀποτείνεται, μὴ συγκατιόντας τῇ ἀσθενείᾳ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, ἀλλ' ἄκραν ἀρετὴν ὑπειληφότας εἶναι, καὶ ζῆλον θερμὸν, τὴν ἀδιάφορον τῶν ἐδωδίμων μετάληψιν. Καὶ πρῶτον μὲν διδάσκει, ὡς οὐδὲν τούτων ἐναγὲς καὶ ἀκάθαρτον. Λέγει δὲ οὕτως· ιδʹ. Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ. Ἀναγκαίως τὸ, ἐν Κυρίῳ Ἰησοῦ, προστέθεικε διὰ τὴν Ἰουδαίων ἀσθένειαν. Ἵνα γὰρ μὴ λέγωσι· Σὺ τίς ὢν ἀντινομοθετεῖς Μωϋσῇ; τὸν Μωϋσέως Δεσπότην εἰς μέσον προήγαγε, διδάσκων ὡς αὐτὸς τὰς νομικὰς παρατηρήσεις ἔπαυσε, καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα. Τὸ γὰρ, δι' αὐτοῦ, τουτέστι, διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν. Αὐτὸς γὰρ καὶ πρὸς τὸν μακάριον ἔφη Πέτρον· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.» Εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Εἰ δέ τις νομίζων ἀκάθαρτον εἶναι τόδε τὸ ἔδεσμα, τούτου μεταλαγχάνει, ἀκάθαρτόν ἐστιν, οὐ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὸν τοῦ μεταλαμβάνοντος λογισμόν. Οὕτω ταῦτα διακρινησάμενος (sic), πάλιν ἐπιμέμφεται τοῖς ἐξ ἐθνῶν, μὴ φέρουσι τὴν Ἰουδαίων ἀσθένειαν. ιεʹ. Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Ηὔξησε τῆς ἀγάπης τὸ ἔγκλημα, τὸν ἐκεῖνα μετιόντα γυμνώσας. Εἶτα μειζόνως δείκνυσι τὴν ἀτοπίαν τοῦ γινομένου. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ὑπὲρ ἐκείνου τὸν θάνατον ὁ Δεσπότης Χριστὸς κατεδέξατο· σὺ δὲ οὐ βούλῃ τῇ τῆς βρώσεως ἀποχῇ ζωὴν αὐτῷ πραγματεύσασθαι, ἀλλὰ τῇ μεταλήψει τεκταίνῃ τὸν θάνατον. ιϛʹ. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. Μετ' εὐφημίας πάλιν τὸ ἔγκλημα· ἀγαθὸν γὰρ τὴν πίστιν καλεῖ. Ἐπαινῶ σου, φησὶ, τὴν πίστιν, ἀλλ' οὐ βούλομαι αὐτὴν βλάβης αἰτίαν καὶ βλασφημίας γενέσθαι. ιζʹ. Οὐ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ. Μὴ γὰρ δὴ νομίσητε τοῦτο εἶναι κατόρθωμα μέγιστον, καὶ τῆς τῶν οὐρανῶν πρόξενον βασιλείας. Ἡ γὰρ ἀληθὴς ταύτην προξενεῖ δικαιοσύνη, καὶ ἡ κατὰ τὴν εἰρήνην καὶ τὴν ἀγάπην συμφωνία τε καὶ σπουδὴ, ἐξ ὧν φύεται ἡ κατὰ Θεὸν εὐφροσύνη.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
