# Interpretatio in xiv epistulas sancti Pauli 82.205

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.205

ιηʹ. Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. Ταῦτα γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς ἀπαιτεῖ παρ' ἡμῶν· ταῦτα καὶ τοῖς ἀνθρώποις τὴν ὠφέλειαν προσφέρει. Ἐπισημήνασθαι μέντοι προσήκει, ὡς τὸ τῷ Χριστῷ δουλεύειν εὐάρεστον εἶπεν εἶναι τῷ τῶν ὅλων Θεῷ. Εἰ δὲ τὸ δουλεύειν τῷ Χριστῷ εὐάρεστον τῷ Θεῷ, καὶ τὸ τιμᾷν ἄρα τὸν Χριστὸν εὐάρεστον τῷ Θεῷ. Οὐκοῦν καὶ τὸ βλασφημεῖν τὸν Χριστὸν, καὶ σμικρύνειν αὐτοῦ τὴν ἀξίαν ἐπιχειρεῖν, ἀπαρέσκον τῷ τῶν ὅλων Θεῷ. ιθʹ. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. Προσήκει τοίνυν ἡμᾶς πάντων προτιμᾷν τὴν ἐπωφελῆ συμφωνίαν, καὶ τῆς ἀλλήλων ὠφελείας ἕνεκα πάντα ποιεῖν. Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Ἔργον τοῦ Θεοῦ ὁ Κύριος εἶπε τὸ εἰς αὐτὸν πιστεύειν. «Τοῦτο γάρ ἐστι, φησὶ, τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Ἐπειδὴ τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως, τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Ἵνα δὲ πάλιν μὴ πρόφασιν ἐντεῦθεν οἱ ἐξ Ἰουδαίων λάβωσι κρατῦναι τοῦ νόμου τὴν φυλακὴν, προμηθεῖται καὶ τούτου, καί φησι· κʹ. Πάντα μὲν καθαρά. Οὐδὲν, φησὶ, τούτων τῶν ἐδωδίμων φύσει ἀκάθαρτον. Ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ, τῷ διὰ προσκόμματος ἐσθίοντι. Σοὶ μέντοι βλάβην ἡ μετάληψις φέρει, ἐπειδὴ τῆς τοῦ πέλας ἀμελεῖς ὠφελείας, καὶ καταφρονεῖς βλαπτόμενον θεωρῶν. καʹ. Καλὸν τὸ μὴ φαγεῖν κρέα, καὶ μὴ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. Ἐγὼ δὲ οὐ μόνον κρεῶν, ἀλλὰ καὶ οἴνου μηδαμῶς μεταλαμβάνειν παρεγγυῶ, εἴπερ ἄρα τοῦτο λώβην τινὰ τοῦ πέλας ἐργάζεται. κβʹ. Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. Τῇ πίστει κεχρημένος σὺ φυλάττεις τὸν νόμον· μέγα τὸ κτῆμα, ἀξιέπαινον τὸ κατόρθωμα· ἀλλὰ μὴ λυμαινέσθω τὸν πέλας. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Αἰνίττεται ὁ λόγος, ὡς οἱ ἐξ ἐθνῶν πεπιστευκότες καὶ ἐβιάζοντο τοὺς Ἰουδαίους μεταλαμβάνειν ὧν οὐκ ἠβούλοντο. Διδάσκει τοίνυν, ὡς ὁ μὲν πιστεύων οὐδεμίαν ἐκ τῆς μεταλήψεως δέχεται βλάβην· ὁ δὲ μετά τινος διακρίσεως ἐσθίων, ὡς ἀκαθάρτου μεταλαμβάνει. Διὸ μακαρίζει τὸν μὴ κρίνοντα ἑαυτὸν, τουτέστι μὴ διακρινόμενον. Καὶ τοῦτο ἑρμηνεύων ἐπήγαγεν· κγʹ. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται. Καὶ τὴν αἰτίαν διδάσκει· Ὅτι οὐκ ἐκ πίστεως.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
