# Interpretatio in xiv epistulas sancti Pauli 82.208

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.208

Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως. ἁμαρτία ἐστίν. Ὁ γὰρ πιστεύων, ἀβλαβῶς μεταλαμβάνει· ὁ δὲ μετά τινος διακρίσεως ἐσθίων, καθ' ἑαυτοῦ τὴν ψῆφον ἐκφέρει. Καὶ διδάσκων ὡς ἀρέσκοντα τῷ Θεῷ νομοθετεῖ, εὐχὴν ὑπὲρ αὐτῶν σπουδαίαν προσφέρει. Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι. Καὶ τίς ὁ τρόπος τῆς βεβαιώσεως; Κατὰ τὸ εὐαγγέλιόν μου. Τί δὲ εὐαγγελίζει; Καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ. Καὶ διδάσκων τὴν τοῦ κηρύγματος ἀρχαιότητα, ἐπάγει· Κατὰ ἀποκάλυψιν μυστηρίου. Οὐ γὰρ νῦν ἐγένετο, ἀλλὰ νῦν ἀπεκαλύφθη τὸ σεσιγημένον μυστήριον. Τοῦτο γὰρ ἐν τοῖς ἑξῆς φησι· Χρόνοις αἰωνίοις σεσιγημένου. Εἶτα ἐπάγει καὶ τοὺς τοῦ κηρύγματος μάρτυρας. Φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ. Ἃ γὰρ διὰ τῶν προφητῶν συνεσκιασμένως προηγόρευσε, ταῦτα νῦν ἐφανέρωσεν ὁ τῶν αἰώνων Δημιουργός. Καὶ τίς τοῦ κηρύγματος ὁ καρπός; Εἰς ὑπακοὴν πίστεως. Τοὺς γὰρ ἀκούοντας προσήκει πιστεῦσαι τοῖς λεγομένοις. Τίνες δὲ οὗτοι; Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Οὕτω νοητέον· Κατὰ τὸ εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Δείξας τὸ τῆς οἰκονομίας μυστήριον, ἄνωθεν μὲν προῳκονομημένον, εἶτα διὰ τῶν προφητῶν προειρημένον, μετὰ δὲ ταῦτα φανερὸν διὰ πραγμάτων γεγενημένον, τοῦ Θεοῦ τὴν σοφίαν ἐθαύμασε, καὶ τὴν πρέπουσαν δοξολογίαν ἀνέπεμψεν. Εἰ δὲ εἴποιεν οἱ αἱρετικοὶ, ὅτι μόνος σοφὸς ὁ Θεὸς ὀνομάζεται, μανθανέτωσαν ὅτι ὁ Δεσπότης Χριστὸς οὐ μόνον σοφὸς, ἀλλὰ καὶ σοφία καλεῖται. Εἰ δὲ ταύτης νομίζουσι τῆς τοῦ σοφοῦ προσηγορίας ἀποστερεῖν τὸν Υἱὸν, μηδὲ ἀθάνατον αὐτὸν καλείτωσαν. Ὁ γὰρ αὐτὸς Ἀπόστολος περὶ τοῦ Θεοῦ φησιν· «Ὁ μόνος ἔχων ἀθανασίαν.» Ἀλλὰ τούτους καταλιπόντες ληρεῖν, τῆς ἀκολουθίας ἐχώμεθα. Ταῦτα γὰρ αὐτοῖς ἐπευξάμενος ὁ θεῖος Ἀπόστολος, προσφέρει παραίνεσιν, εὐφημίαν ὑφαίνων τοῖς ἐξ ἐθνῶν, καὶ δυνατοὺς ὀνομάζων διὰ τὴν πίστιν. ΚΕΦΑΛ. ΙΕʹ. αʹ, βʹ. Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Οἶδα ὡς ἔῤῥωσαι, καὶ δυνατόν σε ἡ πίστις ἀπέφηνεν. Ἀλλὰ παρακαλῶ σε ὀρέξαι χεῖρα τῷ ἀσθενοῦντι, καὶ μὴ τὰ οἰκεῖα μόνα ζητεῖν, ἀλλὰ καὶ τοῦ πέλας μηχανᾶσθαι τὴν ὠφέλειαν. Οὐχ ἁπλῶς δὲ εἶπε τῷ πλησίον ἀρέσκειν, ἀλλ', εἰς τὸ ἀγαθὸν, καὶ, πρὸς οἰκοδομήν. Ἔστι γὰρ ἀρέσκειν καὶ ἐπὶ λύμῃ καὶ ἑαυτοῦ καὶ τοῦ πλησίον. Εἶτα τὸ παράδειγμα· γʹ. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
