Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.209
Not analysed yet
σε ἐπέπεσον ἐπ' ἐμέ. Αὐτὸς γὰρ ὁ Δεσπότης οὐ τὸ οἰκεῖον ἐζήτησεν, ἀλλ' ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ἑαυτὸν θανάτῳ παρέδωκεν. Ἀκούομεν γὰρ αὐτοῦ παρὰ τὸ πάθος προσευχομένου καὶ λέγοντος· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Ἐδέξατο δὲ καὶ τῶν Ἰουδαίων τὰς βλασφημίας, καὶ ἃς πάλαι τῷ Πατρὶ αὐτοῦ προεξένουν παρανόμως βιοῦντες, ταύταις ἐχρήσαντο κατ' αὐτοῦ. Οὗ δὴ χάριν καὶ τὴν προφητικὴν παρέθηκε μαρτυρίαν. δʹ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Τῆς ἡμετέρας ὠφελείας προμηθούμενος ὁ Θεὸς, καὶ διδασκαλίαν ἡμῖν ἔγγραφον προσενήνοχε, καὶ τὰ τῶν ἁγίων διηγήματα συγγραφῇ διετήρησεν. εʹ. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Ἰησοῦν Χριστόν. Πάλιν τῇ, κατὰ Χριστὸν Ἰησοῦν, προσθήκῃ διδάσκει, ὡς οὐκ ἀορίστως αὐτοῖς τὴν ὁμόνοιαν γενέσθαι προσεύχεται, ἀλλὰ τὴν εὐσεβῆ συμφωνίαν αἰτεῖ. Τῇ δὲ μνήμῃ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως καὶ τὸν περὶ τῆς ἀγάπης συνεισήγαγε λόγον, ἵνα ταύτῃ κοσμούμενοι τὰ τοῦ πέλας φέρωσιν ἐλαττώματα, καὶ διὰ συμβουλῆς, καὶ διὰ παρακλήσεως, ἐπὶ τὴν τελειότητα ποδηγῶσιν. ϛʹ. Ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡμῶν Θεὸν ἐκάλεσε τὸν Θεὸν, τοῦ δὲ Κυρίου Ἰησοῦ Πατέρα· ὁ γὰρ πάντων ἡμῶν Θεὸς, αὐτοῦ Πατήρ. ζʹ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ. Καὶ ὁ Δεσπότης Χριστὸς, οὐ δικαίους ὄντας ἠγάπησεν, ἀλλ' ἁμαρτωλοὺς λαβὼν ἐδικαίωσε. Προσήκει τοίνυν καὶ ὑμᾶς φέρειν τῶν ἀδελφῶν τὴν ἀσθένειαν, καὶ πάντα ὑπὲρ τῆς ἐκείνων πραγματεύεσθαι σωτηρίας. Ἐπειδὴ δὲ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες καὶ τοῦ Κυρίου τὴν περιτομὴν προεβάλλοντο, λέγοντες καὶ αὐτὸν τὴν κατὰ νόμον ἀσπάσασθαι πολιτείαν, προὔργου νενόμικεν ὁ θεῖος Ἀπόστολος καὶ περὶ τούτου τὰ προσήκοντα γράψαι, καί φησι· ηʹ, θʹ. Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν. Ὑπέσχετο τῷ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη· ἐδέξατο δὲ καὶ αὐτὸς ὁ πατριάρχης, καὶ πᾶν τὸ ἐκείνου γένος, τῆς περιτομῆς τὸ σημεῖον. Ἔδει τοίνυν καὶ τὸν ἐκείνου σπέρμα κατὰ σάρκα προσαγορευόμενον, καὶ τοῖς ἔθνεσι τὴν εὐλογίαν πηγάζοντα, ἔχειν τὸ σημεῖον τῆς συγγενείας, ἵνα δειχθῇ σαφῶς ἡ τῆς θείας ἐπαγγελίας ἀλήθεια, καὶ τὴν χάριν τὰ ἔθνη δεξάμενα ὑμνήσῃ τῆς φιλανθρωπίας τὸν χορηγόν. Εἶτα Γραφικαῖς κέχρηται