# Interpretatio in xiv epistulas sancti Pauli 82.212

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.212

μαρτυρίαις, διδάσκων ἄνωθεν τῶν ἐθνῶν προηγορευμένην τὴν σωτηρίαν. Καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. (ιʹ. ιβʹ.) Καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν· Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Ταύτας μέντοι τὰς μαρτυρίας παρήγαγε, τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας διδάσκων μὴ ἀσχάλλειν ἐπὶ τῇ τῶν ἐθνῶν σωτηρίᾳ, ἀλλὰ ταῖς περὶ αὐτῶν προφητείαις πιστεύειν. Αὖθις δὲ αὐτοῖς ἐπεύχεται, τὴν πατρικὴν εὐσπλαγχνίαν δεικνύς. ιγʹ. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Εἶπε καὶ ἐν τοῖς ἔμπροσθεν ἡρμηνευμένοις, ὅτι ἐλπὶς βλεπομένη οὐκ ἔστιν ἐλπίς· διὰ τοῦτο καὶ Θεὸν ἐλπίδος τὸν Θεὸν προσαγορεύει, ὡς ἄνωθεν μὲν δεδωκότα τοῖς ἔθνεσι τὴν ἐλπίδα τῆς εὐλογίας, τοῖς ἔργοις δὲ τὴν ὑπόσχεσιν βεβαιώσαντα. Τοῦτο δὲ τῶν ἐλπιζομένων ἐστὶν ἐνέχυρον ἀγαθῶν. Ὁ γὰρ ἐκεῖνα ὑποσχόμενος, εἶτα πληρώσας, πληρώσει πάντως καὶ ἃ νῦν ἡμῖν ἐπηγγείλατο. Κελεύει δὲ ἡμᾶς οὐ μόνον ἐλπίζειν, ἀλλὰ καὶ περισσεύειν ἐν τῇ ἐλπίδι, τουτέστιν εἰλικρινῶς ἐλπίζειν, καὶ νομίζειν ὁρᾷν τὰ ἐλπιζόμενα ἀγαθά. Τοῦτο δὲ ἔφη παρέχειν τὴν τοῦ Πνεύματος χάριν. Ταῦτα καὶ παραινέσας, καὶ ἐπευξάμενος, εὐφημίαν προσφέρει, ταύτῃ προτρέπων ἐπὶ τὰ κρείττονα· ιδʹ. Πέπεισμαι δὲ καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ἀδελφοὶ, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Οἶδα, φησὶν, ὡς οὐ δεῖσθε διδασκαλίας. Ἔχετε γὰρ καὶ γνῶσιν αὐτάρκη, καὶ πλήρεις ἐστὲ παντοδαπῶν ἀγαθῶν, ὥστε καὶ ἑτέροις τὴν ἁρμόττουσαν προσφέρειν παραίνεσιν. ιεʹ. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ Θεοῦ. Καὶ τὸ μέτρον τοῦ φρονήματος ἔδειξε, κατατολμῆσαι τῆς διδασκαλίας εἰπών· καὶ τὴν δοθεῖσαν χάριν ἐδήλωσε, ταύτῃ διδάσκων ὡς ἀκόλουθα γράφων. Τίς δὲ ἡ δοθεῖσά σοι χάρις; ιϛʹ Εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Διδάσκαλος κεχειροτόνημαι τῶν ἐθνῶν, ταύτην εἰσφέρω τὴν λειτουργίαν τῷ Δεσπότῃ Χριστῷ. Καὶ τί τὸ ἐντεῦθεν φυόμενον κέρδος; Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ. Πάντα πόνον φέρω προθύμως, ὥστε τὰ ἔθνη τῇ πίστει βεβαιωθῆναι, καὶ τυχεῖν τῆς τοῦ Πνεύματος χάριτος. Καὶ τὸ μὲν κήρυγμα

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
