# Interpretatio in xiv epistulas sancti Pauli 82.213

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.213

ἱερουργίαν ἐκάλεσε· τὴν δὲ γνησίαν πίστιν, εὐπρόσδεκτον προσφοράν. Οὐδὲν οὖν, φησὶ, δέδρακα περιττὸν, εἰ καὶ τολμηρότερον ἔγραψα, καὶ τοὺς πλημμελοῦντας διήλεγξα. ιζʹ. Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Εἶτα διδάσκει τὸ τῆς καυχήσεως εἶδος. ιηʹ, ιθʹ. Οὐ γὰρ τολμήσω τι λαλῆσαι, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Οὐκ ἐπὶ τοῖς ἐμαυτοῦ σεμνύνομαι πόνοις, ἀλλ' ἐπὶ τῇ τοῦ Δεσπότου Χριστοῦ δωρεᾷ. Ἔδωκε γάρ μοι τὴν τοῦ παναγίου Πνεύματος χάριν, εἰς σημείων καὶ τεράτων θαυματουργίαν, ὥστε διὰ τούτων ζωγρηθῆναι τὰ ἔθνη, καὶ τῆς θεογνωσίας δέξασθαι τὴν ἀκτῖνα. Διδάσκει δὲ καὶ πόσοις ἐκήρυξεν ἔθνεσιν· Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Οὐ γὰρ τὰ κατὰ τὴν εὐθεῖαν ὁδὸν παρακείμενα ἔθνη ἐγεώργησα μόνα, ἀλλὰ καὶ κύκλῳ περιιὼν, τά τε ἑῷα καὶ τὰ Ποντικὰ μέρη, καὶ πρὸς τούτοις τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Θρᾴκην τῆς διδασκαλίας ἐπλήρωσα. Τοῦτο γὰρ δηλοῖ τὸ, κύκλῳ. κʹ. καʹ. Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλὰ καθὼς γέγραπται· Οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Τῆς φιλοπονίας τοῦτο τὴν φιλοτιμίαν σημαίνει. Τὰς γὰρ ἔτι χερσευούσας ἀρούρας λαμβάνων ἐνεούργει, καὶ ἔσπειρε, καὶ ἀπέφαινεν εὔκομα λήϊα, καὶ ἐπετίθει τῇ προῤῥήσει τὴν ἔκβασιν. κβʹ. Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἡ γὰρ περὶ τοὺς ἄλλους ἀσχολία τὴν πρὸς ὑμᾶς ἐκώλυσε παρουσίαν. κγʹ, κδʹ. Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν· ὡς ἐὰν πορεύσωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω δὲ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Δύο αἰτίας τῆς πρὸς αὐτοὺς ἀφίξεως τέθεικε, τό τε τοὺς ἄλλους τὸ κήρυγμα δέξασθαι, καὶ μηδὲν ἔθνος μεῖναι τῆς εὐαγγελικῆς διδασκαλίας ἀνήκοον, καὶ τὸν περὶ αὐτοὺς πόθον. Τῶν γὰρ προτέρων κωλυμάτων πεπαυμένων, ὁ πόθος ἐπὶ τὴν ἀποδημίαν ἠρέθιζε. Λέγει δὲ τὸν πόθον εἶναι πολλῷ τῆς παρουσίας πρεσβύτερον. Ἀπὸ πολλῶν γὰρ ἐτῶν, φησὶν, ἰδεῖν ὑμᾶς ἐπόθουν. Προλέγει δὲ ὡς οὐ μόνον αὐτοὺς ὄψεται, ἀλλὰ καὶ τὴν Σπανίαν καταλήψεται. Καὶ ἵνα μὴ νομίσωσι πάρεργον εἶναι τῆς ὁδοῦ τὴν πρὸς αὐτοὺς παρουσίαν, ἐπήγαγε· Καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
