# Interpretatio in xiv epistulas sancti Pauli 82.216

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.216

ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Ὑμᾶς γὰρ πρώτους ἰδεῖν ἐφίεμαι, καὶ μεθ' ὑμᾶς, ἐκείνους. κεʹ. Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις. —Διακονίαν καλεῖ τὴν τῶν χρημάτων διανομήν. Λέγει δὲ καὶ τοὺς πεπομφότας. κϛʹ. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων ἐν Ἱερουσαλήμ. Ταύτας πρὸς τοὺς μακαρίους ἀποστόλους, Πέτρον φημὶ, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, τὰς συνθήκας ποιούμενοι οἱ θεσπέσιοι Βαρνάβας καὶ Παῦλος, καὶ τὴν τῶν ἐθνῶν διδασκαλίαν ἀναδεξάμενοι, ὑπέσχοντο προτρέπειν τοὺς πιστεύοντας τῶν ἐθνῶν, τῶν ἐν τῇ Ἰουδαίᾳ πιστῶν θεραπεύειν τὴν ἔνδειαν. Καὶ τοῦτο ἐν τῇ πρὸς Γαλάτας διδάσκει σαφῶς· «Πέτρος γὰρ, ἔφη, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη, μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.» Τοῦτο καὶ ἐνταῦθά φησι, Μακεδονίας καὶ Ἀχαΐας τὴν προθυμίαν θαυμάζων. Ταύτην δὲ τὴν εὐποιίαν καὶ χρέος καλεῖ. κζʹ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν. Καὶ πόθεν τοῦτο τὸ χρέος γεγένηται; Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ἐκείνων, φησὶ, οἱ πατριάρχαι πατέρες· πρὸς ἐκείνους αἱ ἐπαγγελίαι γεγένηνται· οἱ ἐκείνων προφῆται τὰ κοινὰ προεθέσπισαν ἀγαθά· ἐξ ἐκείνων κατὰ τὴν ἀνθρωπείαν φύσιν ὁ Δεσπότης Χριστός· ἐξ ἐκείνων οἱ ἀπόστολοι τῆς οἰκουμένης οἱ κήρυκες· δι' ἐκείνων διενεμήθη τὰ τοῦ Πνεύματος δῶρα. Δίκαιον τοίνυν τῶν μειζόνων μεταδεδωκότας μεταλαχεῖν τῶν μειόνων. Διὰ τοῦτο καὶ τὴν μετάδοσιν τῶν χρημάτων ἄνω μὲν κοινωνίαν, κάτω δὲ λειτουργίαν ἐκάλεσε· τῇ μὲν κοινωνίᾳ τὴν ἀντίδοσιν ὑποφαίνων, τῇ δὲ λειτουργίᾳ τὸν ὀφειλόμενον φόρον. κηʹ. Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι' ὑμῶν εἰς τὴν Σπανίαν. Σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον· Μακεδόσι λέγει καὶ Ἀχαιοῖς. Διὰ γὰρ τῶν χειρῶν τῶν ἁγίων τῇ δεξιᾷ τοῦ Θεοῦ τὰ πεμφθέντα προσφέρω ἐκείνη δὲ ἀνέπαφα ταῦτα φυλάξει καὶ ἄσυλα. κθʹ. Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. Πλήρωμα εὐλογίας τοῦ εὐαγγελίου, τοὺς ὑπὲρ τοῦ εὐαγγελίου κινδύνους ἐκάλεσεν, οὓς ἐν Ἱεροσολύμοις ὑπέμεινε. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. λʹ, λαʹ. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγά-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
