# Interpretatio in xiv epistulas sancti Pauli 82.221

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.221

ηʹ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. Οὐδὲ τοῦτο σμικρὸς ἔπαινος. Ἐν Κυρίῳ γὰρ ἀγαπητὸν αὐτὸν προσηγόρευσε· κατορθωμάτων δὲ τοῦτο δηλωτικόν. θʹ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. Μείζοσιν εὐφημίαις τὸν Οὐρβανὸν ἐταινίωσε. Συνεργὸν [γὰρ] αὐτὸν τῶν τοῦ Χριστοῦ κηρυγμάτων καὶ τῶν ἀγώνων ἐκάλεσεν. ιʹ. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀρετῆς ἄκρας ἡ μαρτυρία. Τὸ γὰρ μηδὲν ἔχειν κίβδηλον, τῶν ἀγαθῶν ἐστι κολοφών. ιαʹ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα τὸν συγγενῆ μου, καὶ τοὺς ἐκ τῶν Ναρκίσσου. Δῆλον δὲ, ὡς οἰκίαι ἦσαν πεπιστευκυῖαι. Περὶ δέ γε τῶν Ναρκίσσου φησί· Τοὺς ὄντας ἐν Κυρίῳ, ὡς ὄντων δήπουθε καὶ ἄλλων οὐδέπω τοῦτο γεγενημένων. ιβʹ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν, τὰς κοπιώσας ἐν Κυρίῳ. Πάλιν ἀπὸ τῶν κόπων ὁ στέφανος· κόπον δὲ, ἢ φιλοξενίας, ἢ νηστείας, ἢ ἄλλης ἀρετῆς τινος, ὁ λόγος δηλοῖ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Μείζων ταύτης ἡ εὐφημία· μείζων γὰρ ἡ φιλοπονία. ιγʹ. Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Καὶ οὗτος πάλιν ὁ ἔπαινος ἀξιέραστος. «Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» Καὶ τὴν τούτου δὲ μητέρα πολλοῖς ἐλάμπρυνεν ἀρετῆς κατορθώμασιν· οὐ γὰρ ἄλλως ἠξιώθη Παύλου μήτηρ ὀνομασθῆναι. Τοῦ μὲν γὰρ Ῥούφου ἡ φύσις αὐτὴν ἀπέφηνε μητέρα, τοῦ δὲ θείου Παύλου τῆς ἀρετῆς τὸ αἰδέσιμον. ιδʹ. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἄλλη αὕτη συνοικία πιστῶν, τῆς Παύλου προσηγορίας ἀξία. ιεʹ. Ἀσπάσασθε Φιλόλογον, καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Καὶ οὗτοι πάλιν κατὰ ταυτὸν διάγοντες, δι' ἣν εἶχον ἀρετὴν, τῆς ἀποστολικῆς προσρήσεως ἔτυχον. Οὕτω τούτους ὀνομαστὶ προσειπὼν, ἅπασι λοιπὸν ἀλλήλους ἀσπάσασθαι παρηγγύησεν. ιϛʹ. Ἀσπάσασθε γὰρ, φησὶν, ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἐπειδὴ γὰρ ἀπὼν αὐτὸς αὐτοὺς οὐκ ἐδύνατο περιπτύξασθαι, δι' αὐτῶν ποιεῖ παρακελευσάμενος ἀλλήλους ἀσπάσασθαι, καὶ ἀσπάσασθαι ἐν ἁγίῳ φιλήματι, σεμνῷ, καὶ σώφρονι, καὶ εἰλικρινεῖ, καὶ γνησίῳ, καὶ δόλου παντὸς ἀπηλλαγμένῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ. Ἀπὸ πάσης, ὡς εἰπεῖν, τῆς οἰκουμένης προσεῖπε τὴν τῆς οἰκουμένης προκαθημένην.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
