Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.224
Not analysed yet
ιζʹ. Παρακαλῶ δὲ ὑμᾶς. ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ' αὐτῶν. Τοὺς κακοὺς τοῦ νόμου συνηγόρους διὰ τούτων αἰνίττεται, ὧν φεύγειν τὴν διδασκαλίαν παρακελεύεται, ἐπαινῶν τοῦ κορυφαίου τῶν ἀποστόλων τὸ κήρυγμα. Τὸ γὰρ λέγειν, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, μάλα θαυμάζοντός ἐστι τὴν διδασκαλίαν ἧς ἔτυχον. ιηʹ. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. Καὶ ἐντεῦθεν δῆλον, ὡς περὶ Ἰουδαίων ταῦτά φησιν· ἀεὶ γὰρ αὐτῶν τῆς γαστριμαργίας κατηγορεῖ· καὶ ἀλλαχοῦ φησιν· «Ὧν Θεὸς ἡ κοιλία.» Καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. —Εὐλογίαν τὸν ἔπαινον ἐκάλεσεν. Αἰνίττεται δὲ καί τινας ὑπαχθέντας ἐξ αὐτῶν. Ἐξαπατῶσι γὰρ, φησὶ, τὰς καρδίας τῶν ἀκάκων. Οὐ κακοήθειαν μέντοι, ἀλλὰ ἁπλότητα ᾐτιάσατο. Εἶτα πάλιν αὐτοὺς τοῖς ἐπαίνοις ἐγείρει. ιθʹ. Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ὅτι προθύμως τὴν ἀποστολικὴν διδασκαλίαν ἐδέξασθε. Χαίρω οὖν, φησὶ, τὸ ἐφ' ὑμῖν. Ἀλλ' ὅμως καὶ ἐπαινῶν ἐπιμένει διδάσκων. Θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Τοῦτον καὶ ὁ Κύριος τοῖς ἀποστόλοις τὸν νόμον προσήνεγκε, «Γίνεσθε, λέγων, φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Βούλεται δὲ καὶ ὁ Δεσποτικὸς λόγος, ἀποθέσθαι μὲν τὰς παρὰ τῶν δυσμενῶν προσφερομένας ἐπιβουλὰς, ἥκιστα δὲ τοὺς ἀδικοῦντας ἀμύνεσθαι. κʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἐπειδὴ φυλάττεσθαι τοὺς δυσμενεῖς παρηγγύησεν, εἰς καιρὸν τὸν Θεὸν ἠντιβόλησε τὸν τῶν ἐπιβουλῶν συντρίψαι διδάσκαλον, καὶ τοῖς τῶν πεπιστευκότων ὑποτάξαι ποσίν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Δείξας τὸν πολέμιον, ὑπέδειξε τὸν ἐπίκουρον. Οἱ γὰρ τῆς θείας χάριτος ἀπολαύσαντες τὸ ἄμαχον ἔχουσιν. καʹ. Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος, καὶ Ἰάσων, καὶ Σωσίπατρος, οἱ συγγενεῖς μου. Ὁ μὲν ἐπίσημον ἔχει τοῦ ἔργου τὴν κοινωνίαν, οἱ δὲ τὴν συγγένειαν· τοῦ δὲ συγγενοῦς ὁ συνεργὸς πολλῷ τιμαλφέστερος. Οὗτος δέ ἐστι Τιμόθεος, ὃν ἐν Λύστροις περιέτεμε, πρὸς ὃν τὰς δύο γέγραφεν Ἐπιστολάς. καὶ τοῦ Ἰάσωνος δὲ μέμνηται ἡ τῶν Πράξεων ἱστορία. κβʹ. Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ. Εἷς ἦν καὶ οὗτος τῶν τῆς ἀποστολικῆς διδασκαλίας ἠξιωμένων· οὗ δὴ καὶ χάριν, τῆς ἁγίας ψυχῆς τὰς ὠδῖνας διὰ τῆς γλώττης δεχόμενος, ἐνθεῖναι ταύτας προσετάχθη τῷ χάρτῃ.