# Interpretatio in xiv epistulas sancti Pauli 82.225

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.225

κγʹ. Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου, καὶ τῆς Ἐκκλησίας ὅλης. Μεγίστη καὶ αὕτη τῆς εὐφημίας ἡ μαρτυρία, τὸ τὴν οἰκίαν τοῖς τῆς πίστεως ἀναπετάσαι τροφίμοις, καὶ μετὰ τῶν ἄλλων ἁπάντων, καὶ αὐτὸν τὸν τῆς οἰκουμένης θεραπεῦσαι διδάσκαλον. Ξένον γὰρ τὸν ξενοδόχον καλεῖ. Κορίνθιος δὲ ἦν οὗτος, καὶ τοῦτο ἡμᾶς ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος· «Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ μου, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον.» Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός. Οὐ τῆς Ἐκκλησίας αὐτὸν οἰκονόμον καλεῖ, ἀλλὰ τῆς πόλεως, ὡς κηδεμονίαν τινὰ πάντως πεπιστευμένον. Μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ· λέγει δὲ οὕτως· «Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ. Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.» κδʹ. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Πάλιν αὐτοῖς τῆς πνευματικῆς εὐλογίας μετέδωκε, καὶ τῇ τοῦ Κυρίου χάριτι καθάπερ τινὶ ἀδαμαντίνῳ περιέβαλε τείχει. Τοῦτο καὶ προοίμιον τῆς Ἐπιστολῆς ἐποιήσατο, καὶ τέλος ἐπέθεικε. Ταύτης καὶ ἡμεῖς μεταλάβωμεν, ἵνα κρείττους τῶν ἐπιβουλῶν γενώμεθα, ἵνα ὑπὸ ταύτης φωτιζόμενοι, τὴν εὐθεῖαν ὁδὸν ἀπλανῶς διοδεύσωμεν, καὶ τοῖς ἀποστολικοῖς ἀκολουθήσαντες ἴχνεσιν, ἀξιωθῶμεν ἰδεῖν τὸν διδάσκαλον, καὶ διὰ τῆς ἐκείνου πρεσβείας τῆς Δεσποτικῆς ἀπολαύσωμεν εὐμενείας, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἰστέον ὅτι ἡ πρὸς Ῥωμαίους Ἐπιστολὴ ἐγράφη ἀπὸ Κορίνθου. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. ΥΠΟΘΕΣΙΣ. Κορινθίοις τὸ σωτήριον κήρυγμα πρῶτος ὁ θεσπέσιος προσενήνοχε Παῦλος, καὶ συχνὸν δὲ παρ' αὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
