# Interpretatio in xiv epistulas sancti Pauli 82.228

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.228

τοῖς διέτριψε χρόνον, τοῦτο τοῦ Δεσπότου διαῤῥήδην παρεγγυήσαντος· «Λάλει γὰρ, ἔφη πρὸς αὐτὸν, καὶ μὴ σιωπήσῃς· ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.» Ἐνιαυτοῦ τοίνυν καὶ μηνῶν ἓξ διεληλυθότων, αὐτὸς μὲν εἰς ἑτέρας ἐξεδήμησε πόλεις τοῦ κηρύγματος χάριν. Ἐκεῖνοι δὲ τὴν σοφιστικὴν ἔριν καὶ φιλοτιμίαν ἐζήλωσαν. Εἰς πολλὰς γὰρ συμμορίας διῃρέθησαν, ἐλλογίμους ἄνδρας προστησάμενοι διδασκάλους, καὶ ἕκαστοι τὸν οἰκεῖον διετέλουν θαυμάζοντες, καὶ πρὸς ἀλλήλους περὶ τούτων φιλονεικοῦντες. Εἷς δὲ τούτων τῶν ἐπ' εὐγλωττίᾳ σεμνυνομένων, καὶ παρανομίαν μεγίστην ἐτόλμησε· τῇ γὰρ μητρυιᾷ συνευνάζετο. Οἱ δὲ τῆς τούτου συμμορίας τοῦτο μὲν παρεώρων, μόνην δὲ τὴν εὐγλωττίαν εὐφήμουν. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος ἀρξάμενος τῆς Ἐπιστολῆς, τῆς νομιζομένης σοφίας κατηγορεῖ, καὶ δείκνυσι τὸ κήρυγμα ταύτης μὲν γεγυμνωμένον, μεγίστην δὲ δύναμιν ἔχον. Ἐπιμέμφεται δὲ καὶ τοῖς ἀμφισβητοῦσι μὲν πρὸς ἀλλήλους περὶ πραγμάτων ἑτέρων, βιωτικοῖς δὲ ἄρχουσι δικασταῖς κεχρημένοις. Ἀπαγορεύει δὲ καὶ τὴν τῶν εἰδωλοθύτων μετάληψιν, αἰνιττόμενος ὡς καὶ τοῦτο παρά τινων ἐτολμᾶτο. Ἐν δὲ τῷ μεταξὺ, καὶ περὶ παρθενίας καὶ χηρείας συμβουλεύει τὰ πρόσφορα· καὶ μέντοι καὶ περὶ τῶν πνευματικῶν χαρισμάτων μακροὺς ἀποτείνει λόγους, τὴν τούτων διδάσκων διαφορὰν, καὶ παρεγγυῶν τῷ χαρίσματι τῶν γλωττῶν μὴ κατὰ φιλοτιμίαν, ἀλλὰ κατὰ χρείαν, κεχρῆσθαι. Προσφέρει δὲ αὐτοῖς καὶ τὴν περὶ τῆς ἀναστάσεως διδασκαλίαν, τινῶν, ὡς εἰκὸς, πείθειν αὐτοὺς πειρωμένων τὸν περὶ τῆς ἀναστάσεως τῶν σωμάτων μὴ προσδέχεσθαι λόγον. Καὶ ἄλλα δέ τινα, ἵνα μὴ καθ' ἕκαστον λέγων μηκύνω, τοῖς πρὸς αὐτοὺς ἐνέθηκε γράμμασι, κἀκείνοις ὀνησιφόρα, καὶ πᾶσιν ἀνθρώποις ὠφέλειαν πραγματευόμενα. Περὶ μέντοι τοῦ δόγματος οὐ πολλοῖς ἐχρήσατο λόγοις, ἐπειδήπερ οὐκ ὀλίγον παρ' αὐτοῖς διατρίψας χρόνον, ἀκριβῶς αὐτοὺς ἅπερ δεῖ φρονεῖν ἐξεπαίδευσε, καὶ ὁ θαυμάσιος δὲ Ἀπολλὼς μετ' αὐτὸν ἀφικόμενος τὴν ἀποστολικὴν διδασκαλίαν ἐκράτυνεν. Ἄριστον τοίνυν ἰατρὸν ἐμιμήσατο, καὶ τοῖς πάθεσι κατάλληλα προσενήνοχε φάρμακα. Διηκόνησαν δὲ τοῖς γράμμασι Στεφανᾶς, καὶ Φουρτουνᾶτος, καὶ Ἀχαϊκὸς, παρὰ τῶν Κορινθίων πρὸς αὐτὸν ἀποσταλέντες, ὡς ἐν τῷ τέλει διδάσκει. Τὸν γὰρ μακάριον Τιμόθεον ἀπέστειλε μὲν πρὸς αὐτοὺς, οὐ μὴν μετὰ ἐπιστολῆς, καὶ τοῦτο δῆλον αὐτὸς πεποίηκεν· ἔφη γάρ· «Ἐὰν ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.» ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. αʹ. «Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ.» Καὶ αὐτὸ τὸ προοίμιον τὸν τῆς κατηγορίας μηνύει σκοπόν. Διδάσκει γὰρ αὐτοὺς μὴ ἑαυτοῖς θαῤῥεῖν, ἀλλ' ἐπὶ τῷ σεσωκότι Θεῷ μέγα φρονεῖν. Διὰ τοῦτο καὶ τῆς ἀποστολῆς καὶ τῆς κλήσεως ἐμνημόνευσε, μονονουχὶ λέγων· Ὑμεῖς μὲν ἑαυτοὺς ἐξ ἀνθρώπων ὀνομάζετε, ἐγὼ δὲ ἐμαυτὸν ἀπὸ τοῦ καλέσαντός με καὶ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ. «Διὰ θελήματος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
