# Interpretatio in xiv epistulas sancti Pauli 82.229

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.229

Θεοῦ.» Καὶ τοῦτο ὡσαύτως τῆς διαφωνίας κατηγορεῖ· Πατρὸς γὰρ καὶ Υἱοῦ τὴν συμφωνίαν ὑπέδειξε. Διδάσκει δὲ ἡμᾶς κατὰ ταυτὸν, ὡς ἀδιαφόρως ταῖς προθέσεσι κέχρηται. Ἐνταῦθα γὰρ τὴν δι' οὗ, ἣν οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες προσνέμουσι τῷ Υἱῷ, ἐπὶ τοῦ Πατρὸς τέθεικεν. Οὐκ ἂν δὲ τοῦτο ἔδρασεν, εἴπερ ἄρα ἔλαττόν τι τῆς ἐξ οὗ τὴν δι' οὗ σημαίνειν ὑπέλαβε. «Καὶ Σωσθένης ὁ ἀδελφός.» Τοῦτον ὑπολαμβάνω Κορίνθιον εἶναι. Μέμνηται δὲ αὐτοῦ καὶ ἡ τῶν Πράξεων ἱστορία, καὶ διδάσκει ἡμᾶς ὁ μακάριος Λουκᾶς, ὡς ἁρπάσαντες αὐτὸν ἐπὶ τοῦ Γαλλίωνος οἱ Ἕλληνες λίαν ᾐκίσαντο. βʹ. «Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.» Πάντα τὰ εἰρημένα τοῦ πάθους ἀλεξιφάρμακα· τὴν γὰρ κακῶς γεγενημένην συνάπτει διαίρεσιν. Καὶ πρῶτον μὲν αὐτοὺς μίαν Ἐκκλησίαν ἀποκαλεῖ, καὶ Θεοῦ Ἐκκλησίαν, καὶ προστίθησιν, ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν τῷ δεῖνι καὶ δεῖνι. Καλεῖ δὲ αὐτοὺς καὶ κλητοὺς καὶ ἁγίους, καὶ συνάπτει τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι, διδάσκων ὡς οὐκ αὐτοὺς μόνον ὁμονοεῖν προσήκει, ἀλλὰ καὶ πάντας τοὺς τῷ σωτηρίῳ πεπιστευκότας κηρύγματι ἓν ἔχειν φρόνημα, ἅτε δὴ εἰς ἓν σῶμα συντελοῦντας τοῦ Δεσπότου Χριστοῦ. Τὸ δὲ, αὐτῶν δὲ καὶ ἡμῶν, τῷ Κυρίῳ συνήρμοσται, ἀντὶ τοῦ, Καὶ ἡμεῖς οἱ γράφοντες, καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Κύριον ἔχομεν Ἰησοῦν Χριστόν. γʹ. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Εἰς καιρὸν αὐτοῖς καὶ τὴν χάριν ἐπηύξατο καὶ τὴν εἰρήνην, ἅτε δὴ διῃρημένοις καὶ στασιάζουσι πρὸς ἀλλήλους. Ταύτης δὲ ἔδειξε χορηγὸν οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δεικνὺς τὴν ἰσότητα. δʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ, τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ.» Μέλλων κατηγορεῖν προθεραπεύει τὴν ἀκοὴν, ὥστε δεκτὴν γενέσθαι τὴν ἰατρείαν. Ἔχει δὲ καὶ τὸ ἀψευδὲς τὰ εἰρημένα· ἐπὶ γὰρ ταῖς δοθείσαις αὐτοῖς εὐχαρίστησε τῷ Θεῷ δωρεαῖς. Λέγει δὲ καὶ ταῦτα σαφέστερον. εʹ, ϛʹ. «Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.» Ταῦτα εἴδη τῶν τοῦ Πνεύματος χαρισμάτων. «ᾯ μὲν γὰρ, φησὶ, διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα.» Συνεχῶς δὲ τὸ τοῦ Κυρίου ὄνομα παρεντίθησι· διδάσκων ὡς οὐχ ἑτέρωθεν ὀνομάζεσθαι χρὴ, ἀλλ' ἐκ τοῦ τὴν σωτηρίαν παρεσχηκότος. Μαρτύριον δὲ τὸ τοῦ Χριστοῦ κήρυγμα καλεῖ· διαμαρτύρονται γάρ πως οἱ κηρύττοντες. Οὕτω καὶ Τιμοθέῳ γράφων ἔλεγε· «Δια-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
