# Interpretatio in xiv epistulas sancti Pauli 82.232

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.232

μαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκρούς.» Οὕτω καὶ ὁ Κύριος εἶπεν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Κηρυχθήσεται τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον αὐτοῖς.» Βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου καλεῖ τὴν τῶν σημείων θαυματουργίαν. Δι' ἐκείνων γὰρ ἐδείκνυτο τοῦ κηρύγματος ἡ ἀλήθεια. ζʹ. «Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι.» Καὶ γὰρ προφητικῆς μετέλαχον χάριτος, καὶ γλώτταις διαφόροις ἐλάλουν, ὡς ἐν τοῖς μετὰ ταῦτα διδάσκει σαφέστερον. «Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τούτων δὲ ἀπηλαύσατε, ἵνα τὴν δευτέραν ἐπιφάνειαν τοῦ Σωτῆρος προσμείνητε. ηʹ. «Ὃς καὶ βεβαιώσει ἡμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» Καὶ τὸ βέβαιον αὐτοῖς ἐπηύξατο, καὶ τὸ ἄμωμον. Τὸ εἰπεῖν ἀνεγκλήτους, ἔδειξε τέως ὄντας ἐγκλήμασιν ὑπευθύνους. θʹ. «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Ποιήσει δὲ τοῦτο ὁ καὶ τῆς υἱοθεσίας ὑμῖν τὸ χάρισμα δωρησάμενος. Κοινωνίαν γὰρ Υἱοῦ τὴν υἱοθεσίαν ἐκάλεσε· τὸ δὲ, πιστός, ἀντὶ τοῦ, ἀψευδής τε καὶ ἀληθής. Καὶ ἐνταῦθα μέντοι τὸ, δι' οὗ, ἐπὶ τοῦ Πατρὸς τέθεικε, τῶν αἱρετικῶν ἐμφράττων τὰ ἀναίσχυντα στόματα, καὶ διδάσκων ὡς οὐ μικρότητος αὕτη σημαντική. Οὕτω ταῖς εὐφημίαις καὶ ταῖς εὐλογίαις προλεάνας τὴν ἀκοὴν, ἄρχεται τῆς κατηγορίας, οὐ γυμνὴν αὐτὴν εἰσάγων, ἀλλὰ παραίνεσιν προεισφέρων. ιʹ. «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.» Καλῶς τὸ ὄνομα τοῦ Κυρίου τῇ παρακλήσει συνέταξεν· αὐτὸ γὰρ ἦν τὸ παρ' αὐτῶν ἀθετούμενον. Δέον γὰρ αὐτοὺς ἀπὸ τούτου προσαγορεύεσθαι, ταῖς ἀπὸ τῶν προεστώτων ἐπωνυμίαις ἐχρῶντο. «Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ.» Οὐ δογμάτων αὐτοῖς διαφορὰν ἐπιμέμφεται, ἀλλὰ τὴν περὶ τῶν προεστώτων ἔριν τε καὶ φιλονεικίαν. Ἡ μὲν διάνοια, φησὶ, τοῦ κηρύγματος μία· τοῦτο γὰρ λέγει, ἐν τῷ αὐτῷ νοΐ· ἡ δὲ διάθεσις οὐκέτι μία· τοῦτο γὰρ δηλοῖ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Παρακαλεῖ τοίνυν αὐτοὺς τὰ αὐτὰ νοοῦντάς τε καὶ φρονοῦντας, μὴ διεστάναι, καὶ περὶ τῶν ἡγουμένων μάτην φιλονεικεῖν. ιαʹ. «Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης.» Οἰκία τις ἦν οὕτως ἐπονομαζομένη ἴσως. Οὐκ εἶπε δὲ ὀνομαστὶ τοὺς δηλώσαντας, ἵνα μὴ πρὸς ἑαυτοὺς ἐκπολεμώσῃ. «Ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.» Διδάσκει δὲ καὶ τῆς φιλονεικίας τὸ εἶδος.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
