# Interpretatio in xiv epistulas sancti Pauli 82.233

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.233

ιβʹ. «Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.» Ἐκεῖνοι μὲν ἀφ' ἑτέρων ἑαυτοὺς ὠνόμαζον διδασκάλων, αὐτὸς δὲ τὸ ἑαυτοῦ καὶ τὸ Ἀπολλὼ τέθεικε· προστέθεικε δὲ καὶ τὸ τοῦ κορυφαίου τῶν ἀποστόλων, διδάσκων ὡς οὐδὲ τοῖς αὐτῶν δίκαιόν ἐστιν εἰς τοῦτο κεχρῆσθαι ὀνόμασι. Καὶ τοῦτο ἐν τοῖς ἑξῆς σαφέστερον μαθησόμεθα. Σοφῶς δὲ ἄγαν καὶ τὸ τοῦ Χριστοῦ ὄνομα συνηρίθμησε τοῖς ἄλλοις, δεικνὺς τοῦ γινομένου τὸ ἄτοπον, ὅτι ἐν ἴσῃ τάξει καὶ τὸν Δεσπότην καὶ τοὺς δούλους ἐτίθεσαν. ιγʹ. «Μεμέρισται ὁ Χριστός;» Τοῦτό τινες ἀποφαντικῶς ἀνέγνωσαν, Χριστὸν ἐνταῦθα τὴν Ἐκκλησίαν ὠνομάσθαι φήσαντες, καὶ ἑρμηνεύσαντες οὕτως, ὅτι κακῶς ἐμερίσατε τοῦ Χριστοῦ τὸ σῶμα. Ἐγὼ δὲ αὐτὸ κατ' ἐρώτησιν κεῖσθαι νομίζω· τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα· «Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μὴ κοινωνοὺς ἔχει τῆς δεσποτείας καὶ τῆς ἐξουσίας ὁ Χριστὸς, καὶ διὰ τοῦτο διῄρηται, καὶ οἱ μὲν ἐξ αὐτοῦ καλεῖσθε, οἱ δὲ ἐκ τοῦ δεῖνος καὶ τοῦ δεῖνος; Οὐ μόνος τὸν ὑπὲρ πάντων ὑμῶν κατεδέξατο θάνατον; Οὐκ ἐν τῷ ὀνόματι αὐτοῦ τῆς τοῦ βαπτίσματος ἀπηλαύσατε χάριτος; Μὴ ἀνθρώπων ἐπικλήσεις τὴν τῶν ἁμαρτημάτων ὑμῖν ἄφεσιν ἐδωρήσαντο; ιδʹ—ιϛʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρῖσπον καὶ Γάϊον· ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλων ἐβάπτισα.» Αὔξει μὲν τὴν κατηγορίαν δι' ἑκάστου τῶν λεγομένων· οὐ πλήττει δὲ σφόδρα τοὺς κατηγορουμένους, τὸ οἰκεῖον ἀντ' ἐκείνων ὑποτιθεὶς πρόσωπον. Αἰνίττεται δὲ, ὡς οὐ μόνον ἀπὸ τῶν διδασκάλων, ἀλλὰ καὶ ἀπὸ τῶν βαπτισάντων τινὲς ἑαυτοὺς ἀπεκάλουν. Λέγει δὲ καὶ τὴν αἰτίαν, δι' ἣν πολλοὺς οὐκ ἐβάπτισεν. ιζʹ. «Οὐ γὰρ ἀπέστειλέ με ὁ Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι.» Καίτοι ἀμφότερα προσέταξε· «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀλλὰ τὸ κηρύττειν τοῦ βαπτίζειν ἦν τιμιώτερον. Τὸ μὲν γὰρ βαπτίζειν πᾶσίν ἐστιν εὐπετὲς τοῖς τῆς ἱερωσύνης ἠξιωμένοις· τὸ δέ γε κηρύττειν ὀλίγων ἦν, τῶν τοῦτο θεόθεν δεξαμένων τὸ χάρισμα. Ἐντεῦθεν λοιπὸν τῶν ἐπ' εὐγλωττίᾳ βρενθυομένων καταστέλλει τὴν ὀφρὺν, καί φησιν, «Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.» Εἰ γὰρ στωμυλίᾳ καὶ δεινότητι λόγων ἐχρώμην, οὐκ ἂν ἐδείχθη τοῦ σταυρωθέντος ἡ δύναμις· πάντες γὰρ ἂν ὑπέλαβον τῇ περὶ τὸ λέγειν ἐπιστήμῃ τοὺς πεπιστευκότας ἠγρεῦσθαι· ἡ δὲ τῶν κηρυττόντων ἀπαιδευσία τοὺς ἐπ' εὐγλωττίᾳ σεμνυνομένους νικῶσα, τοῦ σταυροῦ τὴν ἰσχὺν ἐναργῶς ἀποδείκνυσιν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
