# Interpretatio in xiv epistulas sancti Pauli 82.236

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.236

ιηʹ, ιθʹ. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.» Λόγον τοῦ σταυροῦ τὸ περὶ τοῦ σταυροῦ κήρυγμα λέγει. Ἀπολλυμένους δὲ τοὺς ἀπιστοῦντας καλεῖ· σωζομένους δὲ τοὺς πιστεύοντας, ἀπὸ τοῦ τέλους τὰς προσηγορίας τιθείς. Τὴν δὲ Γραφικὴν τέθεικε μαρτυρίαν, διδάσκων ὡς ἄνωθεν ταῦτα προηγόρευσεν ὁ τῶν ὅλων Θεός. Εἶτα δείκνυσι τὸ τῆς προῤῥήσεως ἀψευδές. κʹ. «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» Πάντας τούτους νενίκηκε τοῦ σταυροῦ τὰ κηρύγματα. Καλεῖ μὲν σοφὸν, τὸν τῇ Ἑλληνικῇ στωμυλίᾳ κοσμούμενον· γραμματέα δὲ τὸν τῶν Ἰουδαίων διδάσκαλον, τὸν ἐπὶ τῇ νομικῇ γνώσει μεγαλαυχούμενον· συζητητὴν δὲ, τὸν ἐκ τούτων κἀκείνων διαλεκτικὴν ἠσκημένον τέχνην. Εἶτα ἐπάγει· «Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» Σοφίαν τοῦ κόσμου τούτου, οὐ τὴν εὐγλωττίαν καλεῖ· καὶ γὰρ ταύτης χορηγὸς ὁ Θεός. Αὐτὸς γὰρ καὶ τὰς γλώττας διεῖλε, καὶ ἑκάστῃ χαρακτῆρας ἰδίους ἀπένειμε. Καὶ τῇ Ἑλλάδι τοίνυν φωνῇ αὐτὸς ἔδωκε τὴν λαμπρότητα. Οἱ δέ γε οὐκ εἰς δέον ταύτῃ χρησάμενοι, δέλεαρ αὐτὴν τῆς ἀπάτης ἀπέφηναν, καὶ πιθανὴν τὴν μυθολογίαν τῆς πλάνης εἰργάσαντο. Κατηγορεῖ τοίνυν, οὐ τῆς εὐγλωττίας, ἀλλὰ τῆς ἐν ταύτῃ κρυπτομένης ψευδολογίας. Ταύτην ἐλεγχθῆναι λέγει, καὶ μωρὰν ἀποφανθῆναι. καʹ. «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.» Δύο σοφίας λέγει Θεοῦ, μᾶλλον δὲ τρεῖς. Καὶ γὰρ τὴν νομισθεῖσαν μωρίαν, σοφίαν ἔδειξεν οὖσαν, καὶ τῶν ἄλλων ἀμείνονα. Λέγει δὲ μίαν μὲν σοφίαν, τὴν τοῖς ἀνθρώποις δεδομένην, δι' ἣν λογικοί τέ ἐσμεν, καὶ τῶν πρακτέων τὴν διάγνωσιν ἔχομεν, καὶ τέχνας καὶ ἐπιστήμας εὑρήκαμεν, καὶ Θεὸν γνῶναι δυνάμεθα· δευτέραν δὲ, τὴν τὰ ἐν τῇ κτίσει θεωρουμένην· ὁρῶμεν γὰρ οὐρανοῦ μέγεθος, ἡλίου κάλλος, ἀστέρων χορείαν, γῆς καὶ θαλάττης εὖρος, φυτῶν καὶ ζώων διαφορὰν, καὶ τὰ ἄλλα, ἵνα μὴ καθ' ἕκαστον λέγω· τρίτην δὲ, τὴν διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν δεικνυμένην, ἣν οἱ ἀπιστοῦντες μωρίαν προσαγορεύουσιν. Λέγει δὲ τοῦτο, ὅτι ἔδει μὲν τοὺς ἀνθρώπους φυσικὴν παρὰ τοῦ Θεοῦ γνῶσιν εἰληφότας ποδηγηθῆναι διὰ τῆς κτίσεως, καὶ τὸν ταύτης προσκυνῆσαι Δημιουργόν· ἐπειδὴ δὲ ὄνησιν ἐντεῦθεν λαβεῖν οὐκ ἠθέλησαν, ἑτέρως αὐτῶν ὁ φιλάνθρωπος τὴν σωτηρίαν ἐπραγματεύσατο, καὶ διὰ τῆς καλουμένης παρὰ τοῖς ἀνοήτοις μωρίας τῆς πλάνης αὐτοὺς ἠλευθέρωσεν. κβʹ, κγʹ. «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
