# Interpretatio in xiv epistulas sancti Pauli 82.237

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.237

Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» Τὸν Κύριον Ἰουδαῖοι θαυματουργίας ἀπῄτουν, καὶ τοῦτο ἡμᾶς οἱ εὐαγγελισταὶ διδάσκουσι. Καὶ τοῖς ἀποστόλοις δὲ, ὡς εἰκός· τοῦτο γὰρ ὁ θεῖος Ἀπόστολος ἔφη· σημεῖα δεικνῦναι παρεκελεύοντο. Ἕλληνες δὲ τὴν ἀπαιδευσίαν ἐγέλων, ὥσπερ ἀμέλει καὶ ἐν Ἀθήναις ἔλεγον· «Τί ἂν θέλει ὁ σπερμολόγος οὗτος λέγειν;» Ἀλλ' ἡμεῖς, φησὶ, τῆς τούτων κἀκείνων ἀνοίας καταφρονοῦντες, τὸ Δεσποτικὸν κηρύττομεν πάθος, καίτοι σαφῶς εἰδότες καὶ τούτους κἀκείνους ἄντικρυς ἀντιλέγοντας. Καὶ τίς ὄνησις τοῦ κηρύγματος; κδʹ. «Αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.» Τὸ αὐτὸ καὶ σοφία καὶ μωρία, καὶ δύναμις καὶ ἀσθένεια· μωρία μὲν καὶ ἀσθένεια τοῖς ἀπιστοῦσι, σοφία δὲ καὶ δύναμις τοῖς πιστεύουσι. Καὶ γὰρ ὁ ἥλιος φῶς μέν ἐστι τοῖς βλέπουσι, σκότος δὲ τοῖς τυφλώττουσιν· οὐκ αὐτὸς μέντοι προσφέρει τὸ σκότος, ἀλλὰ τὸ πάθος ἐπέχει τῆς ἀκτῖνος τὴν αἴγλην. Οὕτω τῆς ἀπιστίας ἡ λήμη κωλύει τῆς θεογνωσίας τὸ φῶς τὴν ψυχὴν καταυγάσαι. Εἰδέναι μέντοι χρὴ, ὡς σοφίαν καὶ δύναμιν οὐ τὴν θεότητα τοῦ Μονογενοῦς προσηγόρευσεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ τὸ περὶ τοῦ σταυροῦ κήρυγμα· καὶ διελέγχει τοὺς Ἀρείου καὶ Εὐνομίου, κακῶς ἐντεῦθεν πειρωμένους δεικνῦναι σοφίαν τὸν Θεὸν Λόγον ὀνομαζόμενον. Ἐντεῦθεν γὰρ καὶ τὴν ἐκ τῆς Παροιμιακῆς φωνῆς βλασφημίαν κατασκευάζουσιν. κεʹ. «Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.» Μωρὸν τοῦ Θεοῦ καὶ ἀσθενὲς τοῦ σταυροῦ καλεῖ τὸ μυστήριον, κατὰ τὴν τῶν ἀνοήτων δόξαν. Δείκνυσι δὲ τοῦτο καὶ τῶν σοφῶν καὶ ἰσχυρῶν περιγεγενημένον. κϛʹ. «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς.» Οὐκ εἶπεν, οὐδεὶς σοφὸς, οὐδεὶς δυνατὸς, οὐδεὶς εὐγενής· καὶ γὰρ ἐκ τούτων ἦσαν πεπιστευκότες· ἀλλ' οὐ πολλοί· οἱ πλείους γὰρ τῶν πενεστέρων ἐτύγχανον ὄντες. κζʹ, κηʹ. «Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.» Μωρὰ καὶ ἀσθενῆ, καὶ ἀγενῆ, κατὰ τὴν τῶν ἀνθρώπων ἐκάλεσε δόξαν. Μωρία γὰρ ἀληθὴς, οὐχ ἡ τῶν λόγων ἀπειρία, ἀλλ' ἡ τῆς πίστεως ἐρημία· καὶ ἀσθένεια καὶ ἀγένεια, οὐχ ἡ πενία, ἀλλ' ἡ ἀσέβεια, καὶ τῶν τρόπων ἡ πονηρία. Ὁ δέ γε τῶν ὅλων Θεὸς δι' ἀπαιδεύτων τοὺς πεπαιδευμένους, καὶ διὰ πενήτων τοὺς πλουσίους ἐνίκησε, καὶ δι' ἁλιέων τὴν οἰκουμένην ἡλίευσεν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
