# Interpretatio in xiv epistulas sancti Pauli 82.244

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.244

μήτε εἶδε πώποτε, μήτε ὁ ἀπληστότατος ἐνενόησεν νοῦς, ταῦτα ὁ τῶν ὅλων Θεὸς τοῖς περὶ αὐτὸν θερμῶς διακειμένοις εὐτρέπισε. Περὶ μέντοι τῆς μαρτυρίας ἀμφιβάλλειν οὐ δεῖ· ἀρκεῖ γὰρ ἡ μακαρία γλῶττα, φήσασα· Καθὼς γέγραπται. Διδάσκει δὲ ἡμᾶς καὶ τῶν Παραλειπομένων ἡ βίβλος, ὡς καὶ ἄλλαι πολλαὶ συνεγράφησαν προφητεῖαι. ιʹ. «Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὑτοῦ.» Ἀπόχρη καὶ τοῦτο δεῖξαι τὴν τῆς μαρτυρίας ἀλήθειαν. Ὁ γὰρ τοῦ θείου Πνεύματος δεξάμενος ἀποκάλυψιν, ἐντεῦθεν κἀκείνης τὴν γνῶσιν ἐδέξατο. «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Τὸ ἐρευνᾷ οὐκ ἐπὶ ἀγνοίας τέθεικεν, ἀλλ' ἐπὶ γνώσεως ἀκριβοῦς. Τοῦτο γὰρ καὶ περὶ Θεοῦ μετὰ βραχέα φησίν· «Ὁ δὲ ἐρευνῶν τὰς καρδίας.» Εἰ δὲ ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ὡσαύτως· εἰ δὲ γνώσεως ἐκεῖνο, καὶ τοῦτο ὁμοίως. Ἡ μὲν γνῶσις τὴν ἰσότητα δείκνυσι, τὴν ἀνισότητα δὲ ἡ ἄγνοια. Εὑρεθήσεται γὰρ ὁ μὲν Θεὸς τῶν ἀνθρώπων ἀγνοῶν τὰς καρδίας, τὸ δὲ Πνεῦμα τοῦ Θεοῦ βάθη. Πάλιν εἰ τὸ ἐρευνᾷν ἀγνοίας σημαντικὸν, πάντα δὲ ἐρευνᾷ, πάντα, ὡς ἔοικεν, οὐκ ἀγνοεῖ. Ἀλλὰ ταῦτα διὰ πλειόνων ἐν ἑτέροις ἐδείξαμεν· τῆς ἑρμηνείας τοίνυν ἐχώμεθα. ιαʹ. «Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἔδειξεν ὡς οὐκ ἀγνοίας ἡ ἔρευνα. Ἐπήγαγε γὰρ, ὅτι οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς ἡμεῖς τοὺς οἰκείους λογισμοὺς ἐπιστάμεθα. ιβʹ. «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Ἔδειξεν οὐ μέρος ὂν τῆς κτίσεως τὸ πανάγιον Πνεῦμα, ἀλλ' ἐκ τοῦ Θεοῦ τὴν ὕπαρξιν ἔχον. Τοῦτο γὰρ λέγει· Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀντὶ τοῦ, Οὐ κτιστὸν ἐλάβομεν πνεῦμα, οὐδὲ δι' ἀγγέλου τὴν τῶν θείων ἀποκάλυψιν ἐδεξάμεθα· ἀλλ' αὐτὸ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα ἐδίδαξεν ἡμᾶς τὰ κεκρυμμένα μυστήρια. ιγʹ. «Ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου.» Διὰ τοῦτο οὐ δεόμεθα τῆς ἀνθρωπίνης σοφίας· ἀρκεῖ γὰρ ἡμῖν ἡ διδασκαλία τοῦ Πνεύματος. «Πνευματικοῖς πνευματικὰ συγκρίνοντες.» Ἔχομεν γὰρ τῆς Παλαιᾶς Διαθήκης τὴν μαρτυρίαν, καὶ δι' ἐκείνης τὴν Καινὴν βεβαιοῦμεν· πνευματικὴ γὰρ κἀκείνη. Καὶ γὰρ δεῖξαι βουλόμενοι τῶν ἡμετέρων μυστηρίων τοὺς τύπους, τὸν ἀμνὸν εἰς μέσον φέρομεν, καὶ τὸ αἷμα τὸ ταῖς φλιαῖς ἐπιχριόμενον, καὶ τὴν τῆς θαλάττης διάβασιν, καὶ τῆς πέτρας τὰ νάματα, καὶ τοῦ μάννα τὴν χορηγίαν, καὶ μυρία τοιαῦτα, καὶ διὰ τῶν τύπων δείκνυμεν τὴν ἀλήθειαν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
