# Interpretatio in xiv epistulas sancti Pauli 82.245

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.245

ιδʹ. «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.» Ψυχικὸν καλεῖ τὸν μόνοις τοῖς οἰκείοις ἀρκούμενον λογισμοῖς, καὶ τὴν τοῦ Πνεύματος διδασκαλίαν μὴ προσιέμενον, οὔτε μὴν ἐπιγνῶναι δυνάμενον. ιεʹ. «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.» Ὁ γὰρ τῆς τοῦ Πνεύματος χάριτος ἠξιωμένος, αὐτὸς μὲν ἱκανὸς ἑτέρους διδάξαι, τῆς δὲ ἑτέρων διδασκαλίας οὐκ ἐνδεής. ιϛʹ. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Ἱκανῶς ἀπέδειξεν τὸ τῆς θείας διδασκαλίας ἀνενδεές. Εἰ γὰρ οὐ μόνον ἀνενδεὴς ὁ τῶν ὅλων Θεὸς, ἀλλὰ καὶ ἀνέφικτον ἔχει σοφίαν, ταύτης δὲ καὶ ἡμῖν μεταδέδωκεν, οὐδὲ ἡμεῖς ἄρα τῆς τῶν καλουμένων σοφῶν διδασκαλίας δεόμεθα. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς.» Σαρκικοὺς αὐτοὺς ἐκάλεσεν, ὡς περὶ τὸν βίον τοῦτον ἐπτοημένους, καὶ κεχηνότας περὶ τὰ δοκοῦντα λαμπρὰ, καὶ τῷ πλούτῳ, καὶ τῇ εὐγλωττίᾳ τῶν διδασκάλων προσεσχηκότας. Καὶ ἐπειδὴ πλῆξαι ἱκανὸν ἦν τὸ εἰρημένον, διά τινος εἰκόνος τὴν πληγὴν θεραπεύει. «Ὡς νηπίοις ἐν Χριστῷ.» Ἀντὶ τοῦ, διὰ τὸ ἀρτιγενὲς ὑμῶν, καὶ τὸ ἀτελές. Εἶτα τῇ μεταφορᾷ ἐπιμένει, καί φησι· βʹ. «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἐμέτρησα, φησὶ, τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῆς ἀκοῆς· καὶ ἐμιμησάμην πατέρα κατάλληλον τροφὴν τοῖς ἀρτιτόκοις προσφέροντα βρέφεσιν. «Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· (γʹ.) ἔτι γὰρ σαρκικοί ἐστε.» Εἶτα σαφέστερον τὴν κατηγορίαν εἰσφέρει· «Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» Τούτων ἕκαστον, φησὶ, δείκνυσιν ὑμᾶς οὐδὲν πνευματικὸν φρονοῦντας, ἀλλὰ τοῖς γηΐνοις πράγμασι προστετηκότας. δʹ. «Ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου· ἕτερος δέ· Ἀπολλώ· οὐχὶ σαρκικοί ἐστε;» Πάλιν τὸ οἰκεῖον τίθησιν ὄνομα, καὶ τῷ τοῦ Ἀπολλὼ συντάττει, τοῦ γινομένου τὴν ἀτοπίαν δεικνύς. Εἰ γὰρ ἐπ' ἐμοῦ, φησὶ, τοῦ τῆς ἀποστολικῆς χάριτος ἠξιωμένου, καὶ φυτουργοῦ ὑμῶν γεγενημένου, καὶ Ἀπολλὼ τοῦ τὴν ἀρδείαν ὑμῖν προσενεγκόντος,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
