# Interpretatio in xiv epistulas sancti Pauli 82.248

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.248

τοῦτο γίνεσθαι τῶν ἀτοποτάτων, πολλῷ μᾶλλον ἐφ' ἑτέρων τοῦτο γινόμενον δυσσεβές ἐστι καὶ ἀνόσιον. εʹ. «Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς, ἀλλ' ἢ διάκονοι δι' ὧν ἐπιστεύσατε;» Ἄλλος ἐστὶν ὁ Δεσπότης, ἡμεῖς ἐκείνου δοῦλοι, καὶ τῆς ὑμετέρας σωτηρίας διάκονοι. «Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκε.» Καὶ γὰρ ἐν ἡμῖν διαφορά. Εἰ γὰρ καὶ τῆς διακονίας κοινωνοῦμεν ἀλλήλοις, ἀλλὰ μέτρῳ τινὶ τὴν χάριν ἐκομισάμεθα. ϛʹ. «Ἐγὼ ἐφύτευσα.» Πρῶτος γὰρ ὑμῖν ἐκήρυξα. «Ἀπολλὼς ἐπότισεν.» Μετ' ἐμὲ τὴν ἐμὴν διδασκαλίαν ἐκράτυνεν. «Ἀλλ' ὁ Θεὸς ηὔξανε.» Τῆς γὰρ αὐτοῦ χάριτος τὸ κατόρθωμα. ζʹ. «Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός.» Θεοῦ γὰρ μὴ συνεργοῦντος, μάταιος ὁ ἡμέτερος πόνος. ηʹ. «Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν·» κατὰ τὴν ὑπουργίαν. Ἀμφότεροι γὰρ τῷ θείῳ διακονοῦσι βουλήματι· οὐ μὴν κατὰ τὸ ἔργον, ἢ κατὰ τὴν προθυμίαν· ἐν γὰρ τούτοις πολλὴ ἡ τῶν διακονούντων διαφορά. Τοῦτο γὰρ καὶ αὐτός φησιν· «Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Οὐχ ἁπλῶς κατὰ τὸ ἔργον, ἀλλὰ κατὰ τὸν τοῦ ἔργου κόπον. Οὗτος μὲν γὰρ πολλάκις διακοσίους τῷ Σωτῆρι μετὰ πολλῆς εὐκολίας προσφέρει· ἐκεῖνος δὲ ἕνα ἢ δύο πλεῖστον ὑπομείνας πόνον τῆς πλάνης ἐλευθεροῖ. Τοῦτο δὲ καὶ ἐπὶ νηστείας καὶ σωφροσύνης ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ ὑπὸ τῆς φύσεως βοηθούμενος κατορθοῖ δίχα πόνων τὴν σωφροσύνην· ὁ δὲ ὑπὸ τῆς φύσεως πολεμούμενος μετὰ πλείστων πόνων ἀπολαύει τοῦ ποθουμένου. Καὶ ὁ μὲν θερμοτέραν ἔχων τὴν κρᾶσιν μετὰ πολλῆς ὀδύνης ἄσιτος τὴν ἑσπέραν προσμένει· ὁ δὲ καὶ δύο καὶ τρεῖς ἡμέρας διατελεῖ, τροφῆς μὲν οὐ μεταλαγχάνων, πόνον δὲ πλεῖστον οὐχ ὑπομένων. Οὗ δὴ χάριν ὁ δίκαιος κριτὴς οὐ τὸ ἔργον, ἀλλὰ τὸν πόνον ὁρᾷ. θʹ. «Θεοῦ γάρ ἐσμεν συνεργοί.» Οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες οὐδὲ τῷ Υἱῷ ταύτης τῆς προσηγορίας μετέδωκαν, ἀλλ' ὑπουργὸν αὐτὸν ὀνομάζουσιν. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τοὺς κήρυκας τῆς ἀληθείας συνεργοὺς προσαγορεύει Θεοῦ. Ἀλλὰ πολὺ τὸ διάφορον. Ὁ μὲν γὰρ ὡς Υἱὸς συνεργεῖ, οἱ δὲ ὡς εὐνούστατοι δοῦλοι τοῦ Θεοῦ πληροῦσι τὸ βούλημα. «Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.» Οὐ τοῦ δεῖνος καὶ τοῦ δεῖνος, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ. ιʹ. «Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.» Τὴν θείαν πρῶτον ὑποδείξας χάριν, οὕτως ἑαυτὸν σοφὸν ἀρχιτέκτονα προσηγόρευσεν. Ἐγὼ, φησὶ, πρῶτος ἐν ὑμῖν τῆς εὐσεβείας κατέπηξα τὰ θεμέλια. «Ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. (ιαʹ.) Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
