# Interpretatio in xiv epistulas sancti Pauli 82.249

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.249

Χριστός. Ἐποικοδομεῖν δεῖ, οὐ θεμέλια καταβάλλειν. Ἄλλον γὰρ θεμέλιον καταβάλλειν ἀδύνατον τὸν ἐπιστημόνως οἰκοδομῆσαι βουλόμενον. Τοῦτον καὶ ὁ μακάριος Πέτρος τέθεικε τὸν θεμέλιον, μᾶλλον δὲ αὐτὸς ὁ Δεσπότης. Πέτρου γὰρ εἰρηκότος· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» ὁ Κύριος εἶπεν· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.» Μὴ τοίνυν ἐξ ἀνθρώπων ἑαυτοὺς ὀνομάζετε· Χριστὸς γάρ ἐστιν ὁ θεμέλιος. ιβʹ, ιγʹ. «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Τινὲς περὶ δογμάτων ταῦτα εἰρῆσθαι τῷ Ἀποστόλῳ φασίν· ἐγὼ δὲ οἶμαι περὶ τῆς πρακτικῆς ἀρετῆς τε καὶ κακίας ταῦτα λέγειν αὐτὸν, καὶ προκατασκευάζειν τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν. Χρυσὸν μέντοι καὶ ἄργυρον, καὶ λίθους τιμίους, τὰ εἴδη λέγει τῆς ἀρετῆς· ξύλα δὲ, καὶ χόρτον, καὶ καλάμην, τὰ ἐναντία τῆς ἀρετῆς, οἷς ηὐτρέπισται τῆς γεέννης τὸ πῦρ. Ταῦτα δὲ οὐ τῆς τῶν διδασκάλων κακίας, ἀλλὰ τῆς τῶν μαθητῶν ἐξήρτηται προαιρέσεως. Οἱ μὲν γὰρ προσφέρουσι τὰ θεῖα παιδεύματα· τῶν δὲ ἀκουόντων, οἱ μὲν χρυσὸν ἑαυτοὺς, οἱ δὲ ἄργυρον, οἱ δὲ λίθους τιμίους κατασκευάζουσι, σπουδαίως τοῖς λεγομένοις προσέχοντες. Ἕτεροι δ' αὖ πάλιν ῥᾳθυμίᾳ συζῶντες, τῶν ξύλων, καὶ τοῦ χόρτου, καὶ τῆς καλάμης μιμοῦνται τὸ εὔπρηστον, τὴν κακίαν αἱρούμενοι. Τὴν δὲ τῶν ὑλῶν διαφορὰν οὐχ ὁ παρὼν βίος, ἀλλ' ὁ μέλλων ἐλέγξει. Τοῦτο γὰρ εἶπεν· «Ἡ γὰρ ἡμέρα δηλώσει.» Ἀντὶ τοῦ, ἡ τῆς κρίσεως. «Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει. (ιδʹ, ιεʹ.) Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται· οὕτως δὲ ὡς διὰ πυρός.» Οἱ διδάσκαλοι τὰ θεῖα παιδεύουσιν, οἱ δὲ ἀκούοντες κατὰ τὸ τῆς γνώμης αὐθαίρετον τὸ πρακτέον αἱροῦνται. Ἀλλὰ κατὰ τὴν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμέραν βάσανος ἔσται καὶ ἐξέτασις ἀκριβής· καὶ τοὺς μὲν εὖ βεβιωκότας, καθάπερ χρυσὸν καὶ ἄργυρον, τὸ πῦρ λαμπροτέρους ἀποφανεῖ· τοὺς δὲ τῆς κακίας ἐργάτας δίκην ξύλων, καὶ χόρτου, καὶ καλάμης καταναλώσει. Ὁ δέ γε διδάσκαλος, τὰ προσήκοντα διδάξας, οὐκ εἰσπραχθήσεται δίκας, ἀλλὰ τῆς σωτηρίας ἀξιωθήσεται. Τοῦτο γὰρ λέγει· Αὐτὸς δὲ σωθήσεται, τουτέστιν ὁ διδάσκαλος· τὸ δὲ ἔργον κατακαήσεται, ἀντὶ τοῦ, οἱ πονηρὸν ἑαυτοὺς κατασκευάσαντες ἔργον. Οὕτω δὲ ἀναγνόντες, ἀκριβῶς εὑρήσομεν τὴν τῶν Γραμμάτων διάνοιαν· Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· οὕτως δὲ ὡς διὰ πυ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
