# Interpretatio in xiv epistulas sancti Pauli 82.252

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.252

ρός· ἀντὶ τοῦ, καήσεται αὐτοῦ τὸ ἔργον ὑπὸ τοῦ πυρός· αὐτὸς δὲ σωθήσεται, τουτέστιν ὁ διδάσκαλος. Οὐ γὰρ αἴτιος τῆς τούτων ἐπὶ τὸ χεῖρον τροπῆς· αὐτὸς γὰρ τὴν προσήκουσαν διδασκαλίαν προσήνεγκε. Εἰ δέ τις οὐ βούλεται, ὡς διὰ πυρὸς τῷ ἔργῳ προσαρμόσαι, ἀλλὰ τῷ διδασκάλῳ, οὕτω νοησάτω, ὅτι ὑπὲρ μὲν ἐκείνων οὐκ εἰσπραχθήσεται δίκας· σωθήσεται δὲ καὶ αὐτὸς διὰ πυρὸς δοκιμαζόμενος, εἴπερ ἄρα ἔχει τὸν βίον τῇ διδασκαλίᾳ κατάλληλον. Ὅτι δὲ οὐ περὶ δογμάτων, ἀλλὰ περὶ ἔργων ταῦτα εἴρηται, καὶ τὰ ἐπαγόμενα μαρτυρεῖ· φησὶ γάρ· ιϛʹ, ιζʹ. «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ γὰρ τῷ ἐκ ξύλων ᾠκοδομημένῳ ναῷ τὸ προσῆκον ἀπονέμομεν σέβας, πολλῷ δήπουθεν δικαιότερον τοὺς λογικοὺς ναοὺς ἀφιεροῦν τῷ Θεῷ. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς ναοὺς Θεοῦ προσηγόρευσε τοὺς ἔνοικον ἔχοντας τὴν τοῦ Πνεύματος χάριν. Μαρτυρεῖ γὰρ ὁ λόγος ὅτι Θεὸς τὸ πανάγιον Πνεῦμα. ιηʹ. «Μηδεὶς ἑαυτὸν ἐξαπατάτω.» Τουτέστιν ἐπ' εὐγλωττίᾳ μέγα φρονῶν, ἢ γένους περιφανείᾳ. Τοῦτο γὰρ ἐπάγει· «Εἰ δέ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω ἵνα γένηται σοφός. (ιθʹ.) Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι.» Σοφίαν τοῦ κόσμου καλεῖ τὴν ἔρημον τοῦ Πνεύματος χάριτος, τὴν μόνοις τοῖς ἀνθρωπίνοις λογισμοῖς κεχρημένην. Ταύτῃ παρεγγυᾷ μὴ θαῤῥεῖν, ἀλλ' ἐπὶ τῇ καλουμένῃ τοῦ κηρύγματος μωρίᾳ σεμνύνεσθαι. Συνάπτει δὲ τῇ κατηγορίᾳ τῆς τοιαύτης σοφίας καὶ Γραφικὰς μαρτυρίας. «Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. (κʹ.) Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.» Οὕτως ἐλέγξας τῶν διδασκάλων τὸ μάταιον αὔχημα, πρὸς τοὺς ἐπὶ τούτῳ μέγα φρονοῦντας μεταφέρει τὸν λόγον. καʹ. «Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστι.» Ποῖα ταῦτα; κβʹ. «Εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν· ὑμεῖς δὲ Χριστοῦ· Χριστὸς δὲ Θεοῦ.» Ὑπέδειξε τὸν ἀληθῆ πλοῦτον καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
