# Interpretatio in xiv epistulas sancti Pauli 82.253

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.253

τοῦ πλούτου τὸν χορηγὸν, καὶ καταφρονῆσαι τῶν οὐδὲν ὄντων ἐδίδαξε. Καὶ γὰρ ἡμεῖς, φησὶν, οἱ ἀπόστολοι ὑμῶν ἕνεκα τῆς ἀποστολικῆς ἠξιώθημεν χάριτος, ἵνα ὑμῖν τὸν λόγον κηρύξωμεν. Ὑμῖν δέδοται καὶ ἡ παροῦσα καὶ ἡ προσδοκωμένη ζωή. Καὶ αὐτὸς δὲ ὁ θάνατος τῆς ὑμετέρας ἕνεκεν ὠφελείας ἐπηνέχθη τῇ φύσει· καὶ τὰ ὁρώμενα πάντα εἰς ὑμετέραν δεδημιούργηται χρείαν, καὶ τὰ προσδοκώμενα ὑμῶν χάριν ηὐτρέπισται. Προσήκει τοίνυν ὑμᾶς τῷ Δεσπότῃ συνῆφθαι Χριστῷ, ὃς τούτων ἐστὶ τῶν ἀγαθῶν χορηγὸς, καὶ δι' αὐτοῦ τῷ τῶν ὅλων Θεῷ. Ἡμῖν μὲν γὰρ ἥνωται κατὰ τὴν φύσιν, ἣν ἔλαβε παρ' ἡμῶν, τῷ δὲ Πατρὶ κατὰ τὴν θείαν οὐσίαν. Ἐξ αὐτοῦ γὰρ φύσει γεγένηται. Χριστὸς γὰρ Θεοῦ, οὐχ ὡς κτίσμα Θεοῦ, ἀλλ' ὡς Υἱὸς τοῦ Θεοῦ. Εἰ δὲ ἀντιλέγουσιν οἱ τὰ Ἀρείου φρονοῦντες, καὶ οὐ βούλονται δοῦναι τῆς σχέσεως τὴν διαφορὰν, καλείτωσαν καὶ τὰ παρόντα, καὶ τὰ μέλλοντα, καὶ τοὺς ἀποστόλους, καὶ τὴν ζωὴν, καὶ τὸν θάνατον, ἡμέτερα ποιήματα, ἐπειδήπερ ὁ θεῖος Ἀπόστολος ἔφη· Πάντα ὑμῶν ἐστιν. Ἀλλ' οὐκ ἂν εἴποιεν. Οὐκοῦν ταῦτα μὲν ἡμῶν διὰ τὴν θείαν φιλοτιμίαν· ἡμεῖς δὲ Χριστοῦ, ὡς μὲν ἀνθρώπου, μέλη· ὡς δὲ Θεοῦ, ποιήματα. Χριστὸς δὲ Θεοῦ, ὡς Υἱὸς γνήσιος, ἐξ αὐτοῦ γεγεννημένος κατὰ τὴν θεότητα. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Ὁ τιμῆσαι βουλόμενος ἡμᾶς, ὡς ὑπηρέτας τιμάτω, ὡς οἰκονόμους αἰδείσθω, μετρείτω τῇ φύσει τὸ γέρας. Καὶ ταῦτα οὐ μόνον γέγραφεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ καὶ δέδρακε. Τοὺς γὰρ Λυκάονας θύσαι πειραθέντας ἐκώλυσε, τὴν ἐσθῆτα σὺν τῷ Βαρνάβᾳ διαῤῥήξας, καὶ βοήσας, ὅτι «Ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι.» Οὕτως ὁ μακάριος Πέτρος ἔφη τῷ Κορνηλίῳ· «Καὶ αὐτὸς ἐγὼ ἄνθρωπος.» βʹ. «Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ.» Οὐχ ἵνα τοῦ δεσπότου τὴν ἀξίαν ἁρπάσῃ· ἀλλ' ἵνα τῷ δεσπότῃ τὴν εὔνοιαν φυλάξῃ. γʹ. «Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ.» Διπλῆν αὐτῶν ποιεῖται κατηγορίαν, καὶ ὅτι τὴν τιμὴν οὐ μετροῦσιν, ἀλλ' ἀμέτρως τιμῶσι, καὶ ὅτι τοῦ κρίνειν τὴν ἐξουσίαν οὐκ ἔχοντες κρίνουσι, καὶ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς διδασκάλοις. Οὐ γὰρ ἂν οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προέκριναν, εἰ μὴ σφίσιν αὐτοῖς τὸ κρίνειν ἀπένειμαν. Τούτου χάριν τῆς τοῦ κρίνειν αὐτοὺς ἐξουσίας ἐγύμνωσεν, εὐτέλειαν τῶν διδασκάλων καλέσας τῇ κρίσει τῶν μαθητῶν ὑποκεῖσθαι τὰ κατ' αὐτούς. Εἶτα θεραπεύων αὐτοὺς τὸν κοινὸν ποιεῖται λόγον. «Ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας.» Ἀνθρωπίνην δὲ ἡμέραν ἐκάλεσε τὸ τῆς φύσεως ὀλιγόβιον. «Ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω. (δʹ.) Οὐδὲν γὰρ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
