Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.256
Not analysed yet
ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστι.» Τί γὰρ, φησὶ, λέγω τοὺς ἄλλους; Ἐγὼ τὰ κατ' ἐμαυτὸν ἀκριβῶς ἐπιστάμενος καίτοι παράνομον οὐδὲν ἐμαυτῷ συνειδὼς, οὔτε κρῖναι ἐμαυτῷ, οὔτε ἀθῶον ἐμαυτὸν ἀποφῆναι ἀνέξομαι· ἀναμενῶ δὲ τὴν τοῦ Κυρίου ψῆφον. Μηδεὶς δὲ οἰέσθω ἐναντίον εἶναι τὸ, Οὐκ ἐν τούτῳ δεδικαίωμαι, τῷ Οὐδὲν ἐμαυτῷ σύνοιδα. Οὐ γάρ ἐστιν ἐναντίον, ἀλλὰ ἀκόλουθον. Συμβαίνει γὰρ πολλάκις καὶ ἀγνοοῦντας ἁμαρτάνειν, ἴσον εἶναι τοῦτο καὶ δίκαιον ἡγουμένους· ἀλλ' ἑτέρως ὁρᾷ τοῦτο ὁ τῶν ὅλων Θεός. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. εʹ. «Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ὁ Κύριος ἔλθῃ, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» Ὑμεῖς, φησὶν, ὁρᾶτε τὰ φαινόμενα, Θεῷ δὲ δῆλα καὶ τὰ κρυπτόμενα· ἀλλὰ κατὰ τὸν παρόντα βίον οὐ πάντα γυμνοῖ, ἐν ἐκείνῳ δὲ πάντα δῆλα γενήσεται. Τὸ δίκαιον τοίνυν κριτήριον ἀναμείνατε· ὄψεσθε γὰρ τηνικαῦτα δικαίας τὰς ἀναῤῥήσεις. Καὶ ἐπειδὴ ἐν τοῖς πρόσθεν ἑαυτὸν εἰς μέσον προτέθεικε, καὶ τὸν Ἀπολλὼ, καὶ τὸν Κηφᾶν, ἀπὸ τῶν μειζόνων δεικνὺς τοῦ γινομένου τὴν ἀτοπίαν, ἀναγκαίως λοιπὸν τὴν κατηγορίαν γυμνοῖ. ϛʹ. «Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.» Εἰ ἡμεῖς οἱ τῶν διδασκάλων διδάσκαλοι, οἱ τὸ κήρυγμα θεόθεν δεξάμενοι, τὰς ἡμετέρας προσηγορίας οὐκ ἐπεθείκαμεν, ἀλλ' ἀπὸ Χριστοῦ καλεῖσθαι παρηγγυήσαμεν, σκοπήσατε πόσης ἐστὶν ἀσεβείας μεστὸν, τὸ παρ' ἐκείνων γινόμενον. Τοῦτο γὰρ λέγει· Ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, Γέγραπται δέ· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος.» Καί· «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω.» Ἕνα ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθαι κατὰ τοῦ ἑτέρου.» Οἱ γὰρ ἑαυτοὺς διανείμαντες, καὶ οἱ μὲν ἐκ τούτου, οἱ δὲ ἐξ ἐκείνου καλεῖσθαι βουληθέντες, ἀλλήλοις διεμάχοντο, τοὺς σφετέρους ἕκαστοι διδασκάλους ὑπερτιθέναι τῶν ἄλλων φιλονεικοῦντες. Εἶτα πρὸς αὐτοὺς λοιπὸν τοὺς διδασκάλους· ζʹ. «Τίς γάρ σε διακρίνει;» Τί σε μέρος ἐχειροτόνησε; διὰ τί μὴ πάντων διδάσκαλος ὁμοίως καλῇ; «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες;» Ἐπὶ τίνι δὲ μεγαφρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ Θεός σοι ταύτην κεχάρισται. Ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. Ἀλλ' ἐπὶ θαυματουργίαις; καὶ αὕτη τοῦ Πνεύματος ἡ ἐνέργεια. «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Οὐδεὶς ἐπ' ἀλλοτρίαις παρακαταθήκαις μεγαφρονεῖ· ἐπαγρυπνεῖ δὲ ταύταις, ἵνα φυλάξῃ τῷ δεδωκότι.